Κατά Λεωκράτους

“Ῥῆσις Εὐριπίδουτὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται,ἥδιον ἐν βροτοῖσιν: οἳ δὲ δρῶσι μέν,χρόνῳ δὲ δρῶσι, δυσγενέστερον ...ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν.λογίζομαι δὲ πολλά: πρῶτα μὲν πόλινοὐκ ἄν τιν᾽ ἄλλην τῆσδε βελτίω λαβεῖν:ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,αὐτόχθονες δ᾽ ἔφυμεν: αἱ δ᾽ ἄλλαι πόλειςπεσσῶν ὁμοίαις διαφοραῖς ἐκτισμέναιἄλλαι παρ᾽ ἄλλων εἰσὶν εἰσαγώγιμοι.ὅστις δ᾽ ἀπ᾽ ἄλλης πόλεος οἰκήσῃ πόλιν,ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,λόγῳ πολίτης ἐστί, τοῖς δ᾽ ἔργοισιν οὔ.ἔπειτα τέκνα τοῦδ᾽ ἕκατι τίκτομεν,ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.πόλεως δ᾽ ἁπάσης τοὔνομ᾽ ἕν, πολλοὶ δέ νινναίουσι: τούτους πῶς διαφθεῖραί με χρή,ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν;εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονοςτὸ μεῖζον οὑνὸς οἶκος οὐ πλεῖον σθένειπταίσας ἁπάσης πόλεος, οὐδ᾽ ἴσον φέρει.εἰ δ᾽ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυςἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,θάνατον προταρβοῦς᾽; ἀλλ᾽. ἔμοιγ᾽ εἴη τέκνα,<ἃ> καὶ μάχοιτο καὶ μετ᾽ ἀνδράσιν πρέποι,μὴ σχήματ᾽ ἄλλως ἐν πόλει πεφυκότα.τὰ μητέρων δὲ δάκρυ᾽ ὅταν πέμπῃ τέκνα,πολλοὺς ἐθήλυν᾽ εἰς μάχην ὁρμωμένους.μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦζῆν παῖδας εἵλοντ᾽ ἢ παρῄνεσαν κακά.καὶ μὴν θανόντες γ᾽ ἐν μάχῃ πολλῶν μέτατύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ᾽ ἴσην:τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃπόλεως θανούσῃ τῆσδ᾽ ὕπερ δοθήσεται.καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ᾽ ὁμοσπόρωσώσει: τί τούτων οὐχὶ δέξασθαι καλόν;τὴν οὐκ ἐμὴν πλὴν <ἢ> φύσει δώσω κόρηνθῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεταιπόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;οὐκοῦν ἅπαντα τοὔν γ᾽ ἐμοὶ σωθήσεται:ἄρξουσιν ἄλλοι, τήνδ᾽ ἐγὼ σώσω πόλιν.ἐκεῖνο δ᾽ οὗ τὸ πλεῖστον ἐν κοινῷ μέρος,οὐκ ἔσθ᾽ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ,προγόνων παλαιὰ θέσμι᾽ ὅστις ἐκβαλεῖ:οὐδ᾽ ἀντ᾽ ἐλάας χρυσέας τε Γοργόνοςτρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροιςΕὔμολπος οὐδὲ Θρῇξ ἀναστέψει λεὼςστεφάνοισι, Παλλὰς δ᾽ οὐδαμοῦ τιμήσεται.χρῆσθ᾽, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,σῴζεσθε, νικᾶτ᾽: ἀντὶ γὰρ ψυχῆς μιᾶςοὐκ ἔσθ᾽ ὅπως οὐ τήνδ᾽ ἐγὼ σώσω πόλιν.ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σεοὕτω φιλοῖεν ὡς ἐγώ: καὶ ῥᾳδίωςοἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν.

“ἀλλὰ μάχεσθ᾽ ἐπὶ νηυσὶ διαμπερές. ὃς δέ κεν ὑμέωνβλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ,τεθνάτω. οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρηςτεθνάμεν: ἀλλ᾽ ἄλοχός τε σόη καὶ νήπια τέκνα,καὶ κλῆρος καὶ οἶκος ἀκήρατος, εἴ κεν Ἀχαιοὶοἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.

“τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόνταἄνδρ᾽ ἀγαθόν, περὶ ᾗ πατρίδι μαρνάμενον.τὴν δ᾽ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺςπτωχεύειν πάντων ἔστ᾽ ἀνιηρότατον,πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντιπαισί τε σὺν μικροῖς κουριδίῃ τ᾽ ἀλόχῳ.ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηταιχρημοσύνῃ τ᾽ εἴκων καὶ στυγερῇ πενίῃ,αἰσχύνει δὲ γένος, κατὰ δ᾽ ἀγλαὸν εἶδος ἐλέγχει,πᾶσα δ᾽ ἀτιμίη καὶ κακότης ἕπεται.εἰ δ᾽ οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί᾽ ὤρηγίγνεται οὐδ᾽ αἰδώς, οὔτ᾽ ὀπίσω γένεος,θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα, καὶ περὶ παίδωνθνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι.ὦ νέοι, ἀλλὰ μάχεσθε παρ᾽ ἀλλήλοισι μένοντες,μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου,ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,μηδὲ φιλοψυχεῖτ᾽ ἀνδράσι μαρνάμενοι:τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ᾽ ἐλαφρά,μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντακεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,θυμὸν ἀποπνείοντ᾽ ἄλκιμον ἐν κονίῃ,αἱματόεντ᾽ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα(αἰσχρὰ τά γ᾽ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν)καὶ χρόα γυμνωθέντα. νέοισι δὲ πάντ᾽ ἐπέοικεν,ὄφρ᾽ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ:ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶνζωὸς ἐών, καλὸς δ᾽ ἐν προμάχοισι πεσών.ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισινστηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.

Comentarios

Cargando comentarios…