Ηλέκτρα (Σοφοκλή)

παιδαγωγος ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ

Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοιπαρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ᾽ ἀεί.τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης· 5αὕτη δ᾽, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ᾽ ὅδεἭρας ὁ κλεινὸς ναός· οἷ δ᾽ ἱκάνομεν,φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶνπολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε, 10ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτεπρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼνἤνεγκα κἀξέσωσα κἀξεθρεψάμηντοσόνδ᾽ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων 15Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλαςἑῷα κινεῖ φθέγματ᾽ ὀρνίθων σαφῆμέλαινά τ᾽ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.πρὶν οὖν τιν᾽ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, 20ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ᾽ † ἐμὲν †,ἵν᾽ οὐκέτ᾽ ὀκνεῖν καιρός, ἀλλ᾽ ἔργων ἀκμή.

ορεστηςὦ φίλτατ᾽ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ

σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων, 25ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,ἀλλ᾽ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺἡμᾶς τ᾽ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, 30εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.ἐγὼ γὰρ ἡνίχ᾽ ἱκόμην τὸ Πυθικὸνμαντεῖον, ὡς μάθοιμ᾽ ὅτῳ τρόπῳ πατρὶδίκας ἀροίμην τῶν φονευσάντων πάρα,χρῇ μοι τοιαῦθ᾽ ὁ Φοῖβος ὧν πεύσει τάχα· 35ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦδόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.ὅτ᾽ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,δόμων ἔσω τῶνδ᾽, ἴσθι πᾶν τὸ δρώμενον, 40ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷγνῶσ᾽, οὐδ᾽ ὑποπτεύσουσιν ὧδ᾽ ἠνθισμένον.λόγῳ δὲ χρῶ τοιῷδ᾽, ὅτι ξένος μὲν εἶΦωκέως παρ᾽ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ 45μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.ἄγγελλε δ᾽ ὅρκον προστιθεὶς ὁθούνεκατέθνηκ᾽ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτωνδίφρων κυλισθείς· ὧδ᾽ ὁ μῦθος ἑστάτω. 50ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖςστέψαντες εἶτ᾽ ἄψοῤῥον ἥξομεν πάλιν,τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον, 55ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτινφέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔῤῥει δέμαςφλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.τί γάρ με λυπεῖ τοῦθ᾽, ὅταν λόγῳ θανὼνἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; 60δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺςλόγῳ μάτην θνῄσκοντας· εἶθ᾽, ὅταν δόμουςἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·ὡς κἄμ᾽ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο 65δεδορκότ᾽ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.ἀλλ᾽, ὦ πατρῴα γῆ θεοί τ᾽ ἐγχώριοι,δέξασθέ μ᾽ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,σύ τ᾽, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαιδίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος· 70καὶ μή μ᾽ ἄτιμον τῆσδ᾽ ἀποστείλητε γῆς,ἀλλ᾽ ἀρχέπλουτον καὶ καταστάτην δόμων.εἴρηκα μέν νυν ταῦτα· σοὶ δ᾽ ἤδη, γέρον,τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.νὼ δ᾽ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν 75μέγιστος ἔργου παντός ἐστ᾽ ἐπιστάτης.

ηλεκτραἰώ μοί μοι.

παιδαγωγοςκαὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς

ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.

ορεστης ἆρ᾽ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις 80

μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;

παιδαγωγοςἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου

πειρώμεθ᾽ ἔρδειν κἀπὸ τῶνδ᾽ ἀρχηγετεῖν,πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρεινίκην τ᾽ ἐφ᾽ ἡμῖν καὶ κράτος τῶν δρωμένων. 85

ηλεκτραὦ φάος ἁγνὸν

καὶ γῆς ἰσόμοιρ᾽ ἀήρ, ὥς μοιπολλὰς μὲν θρήνων ᾠδάς,πολλὰς δ᾽ ἀντήρεις ᾔσθουστέρνων πληγὰς αἱμασσομένων, 90ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·τὰ δὲ παννυχίδων ἤδη στυγεραὶξυνίσασ᾽ εὐναὶ μογερῶν οἴκων,ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶπατέρ᾽, ὃν κατὰ μὲν βάρβαρον αἶαν 95φοίνιος Ἄρης οὐκ ἐξένισεν,μήτηρ δ᾽ ἡμὴ χὠ κοινολεχὴςΑἴγισθος ὅπως δρῦν ὑλοτόμοισχίζουσι κάρα φονίῳ πελέκει,κοὐδεὶς τούτων οἶκτος ἀπ᾽ ἄλλης 100ἢ ᾽μοῦ φέρεται, σοῦ, πάτερ, οὕτωςαἰκῶς οἰκτρῶς τε θανόντος.ἀλλ᾽ οὐ μὲν δὴλήξω θρήνων στυγερῶν τε γόων,ἔστ᾽ ἂν παμφεγγεῖς ἄστρων 105ῥιπάς, λεύσσω δὲ τόδ᾽ ἦμαρ,μὴ οὐ τεκνολέτειρ᾽ ὥς τις ἀηδὼνἐπὶ κωκυτῷ τῶνδε πατρῴωνπρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.ὦ δῶμ᾽ Ἀΐδου καὶ Περσεφόνης, 110ὦ χθόνι᾽ Ἑρμῆ καὶ πότνι᾽ Ἀρὰσεμναί τε θεῶν παῖδες Ἐρινύες,αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθ᾽,αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,ἔλθετ᾽, ἀρήξατε, τίσασθε πατρὸς 115φόνον ἡμετέρου,καί μοι τὸν ἐμὸν πέμψατ᾽ ἀδελφόν·μούνη γὰρ ἄγειν οὐκέτι σωκῶλύπης ἀντίῤῥοπον ἄχθος. 120

χοροςὦ παῖ, παῖ δυστανοτάτας

Ἠλέκτρα ματρός, τίν᾽ ἀεὶτάκεις ὧδ᾽ ἀκόρεστον οἰμωγὰντὸν πάλαι ἐκ δολερᾶς ἀθεώταταματρὸς ἁλόντ᾽ ἀπάταις Ἀγαμέμνονα 125κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼνὄλοιτ᾽, εἴ μοι θέμις τάδ᾽ αὐδᾶν.

ηλεκτραὦ γενέθλα γενναίων,

ἥκετ᾽ ἐμῶν καμάτων παραμύθιον. 130οἶδά τε καὶ ξυνίημι τάδ᾽, οὔ τί μεφυγγάνει, οὐδ᾽ ἐθέλω προλιπεῖν τόδε,μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ᾽ ἄθλιον.ἀλλ᾽ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,ἐᾶτέ μ᾽ ὧδ᾽ ἀλύειν, 135αἰαῖ, ἱκνοῦμαι.

χοροςἀλλ᾽ οὔτοι τόν γ᾽ ἐξ Ἀΐδα

παγκοίνου λίμνας πατέρ᾽ ἀν-στάσεις οὔτε γόοισιν οὔτ᾽ εὐχαῖς.ἀλλ᾽ ἀπὸ τῶν μετρίων ἐπ᾽ ἀμήχανον 140ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.τί μοι τῶν δυσφόρων ἐφίει;

ηλεκτρανήπιος ὃς τῶν οἰκτρῶς

οἰχομένων γονέων ἐπιλάθεται. 145ἀλλ᾽ ἐμέ γ᾽ ἁ στονόεσσ᾽ ἄραρεν φρένας,ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.ἰὼ παντλάμων Νιόβα, σὲ δ᾽ ἔγωγε νέμω θεόν, 150ἅτ᾽ ἐν τάφῳ πετραίῳαἰεὶ δακρύεις.

χοροςοὔτοι σοὶ μούνᾳ, τέκνον,

ἄχος ἐφάνη βροτῶν, 155πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,κρυπτᾷ τ᾽ ἀχέων ἐν ἥβᾳ,ὄλβιος, ὃν ἁ κλεινὰ 160γᾶ ποτε Μυκηναίωνδέξεται εὐπατρίδαν, Διὸς εὔφρονιβήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.

ηλεκτραὅν γ᾽ ἐγὼ ἀκάματα προσμένουσ᾽, ἄτεκνος,

τάλαιν᾽, ἀνύμφευτος αἰὲν οἰχνῶ, 165δάκρυσι μυδαλέα, τὸν ἀνήνυτονοἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεταιὧν τ᾽ ἔπαθ᾽ ὧν τ᾽ ἐδάη. τί γὰρ οὐκ ἐμοὶἔρχεται ἀγγελίας ἀπατώμενον; 170ἀεὶ μὲν γὰρ ποθεῖ,ποθῶν δ᾽ οὐκ ἀξιοῖ φανῆναι.

χοροςθάρσει μοι, θάρσει, τέκνον.

ἔτι μέγας οὐρανῷ 175Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσαμήθ᾽ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ᾽ ἐπιλάθου·χρόνος γὰρ εὐμαρὴς θεός.οὔτε γὰρ ὁ τὰν Κρῖσαν 180βούνομον ἔχων ἀκτὰνπαῖς Ἀγαμεμνονίδας ἀπερίτροποςοὔθ᾽ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.

ηλεκτραἀλλ᾽ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη 185

βίοτος ἀνέλπιστος, οὐδ᾽ ἔτ᾽ ἀρκῶ·ἅτις ἄνευ τεκέων κατατάκομαι,ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,ἀλλ᾽ ἁπερεί τις ἔποικος ἀναξίαοἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν 190ἀεικεῖ σὺν στολᾷ,κεναῖς δ᾽ ἀμφίσταμαι τραπέζαις.

χοροςοἰκτρὰ μὲν νόστοις αὐδά,

οἰκτρὰ δ᾽ ἐν κοίταις πατρῴαιςὅτε οἱ παγχάλκων ἀνταία 195γενύων ὡρμάθη πλαγά.δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,δεινὰν δεινῶς προφυτεύσαντεςμορφάν, εἴτ᾽ οὖν θεὸς εἴτε βροτῶνἦν ὁ ταῦτα πράσσων. 200

ηλεκτραὦ πασᾶν κείνα πλέον ἁμέρα

ἐλθοῦσ᾽ ἐχθίστα δή μοι·ὦ νύξ, ὦ δείπνων ἀῤῥήτωνἔκπαγλ᾽ ἄχθη,τοὺς ἐμὸς ἴδε πατὴρ 205θανάτους αἰκεῖς διδύμαιν χειροῖν,αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μ᾽ ἀπώλεσαν·οἷς θεὸς ὁ μέγας Ὀλύμπιοςποίνιμα πάθεα παθεῖν πόροι, 210μηδέ ποτ᾽ ἀγλαΐας ἀποναίατοτοιάδ᾽ ἀνύσαντες ἔργα.

χοροςφράζου μὴ πόρσω φωνεῖν.

οὐ γνώμαν ἴσχεις ἐξ οἵωντὰ παρόντ᾽ οἰκείας εἰς ἄτας 215ἐμπίπτεις οὕτως αἰκῶς;πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,σᾷ δυσθύμῳ τίκτουσ᾽ ἀεὶψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖςοὐκ ἐριστὰ πλάθειν. 220

ηλεκτραδεινοῖς ἠναγκάσθην, δεινοῖς·

ἔξοιδ᾽, οὐ λάθει μ᾽ ὀργά.ἀλλ᾽ ἐν γὰρ δεινοῖς οὐ σχήσωταύτας ἄτας,ὄφρα με βίος ἔχῃ. 225τίνι γάρ ποτ᾽ ἄν, ὦ φιλία γενέθλα,πρόσφορον ἀκούσαιμ᾽ ἔπος, τίνι φρονοῦντι καίρια;ἄνετέ μ᾽ ἄνετε, παράγοροι·τάδε γὰρ ἄλυτα κεκλήσεται,οὐδέ ποτ᾽ ἐκ καμάτων ἀποπαύσομαι 230ἀνάριθμος ὧδε θρήνων.

χοροςἀλλ᾽ οὖν εὐνοίᾳ γ᾽ αὐδῶ,

μάτηρ ὡσεί τις πιστά,μὴ τίκτειν σ᾽ ἄταν ἄταις. 235

ηλεκτρακαὶ τί μέτρον κακότατος ἔφυ; φέρε,

πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;ἐν τίνι τοῦτ᾽ ἔβλαστ᾽ ἀνθρώπων;μήτ᾽ εἴην ἔντιμος τούτοιςμήτ᾽, εἴ τῳ πρόσκειμαι χρηστῷ, 240ξυνναίοιμ᾽ εὔκηλος, γονέωνἐκτίμους ἴσχουσα πτέρυγαςὀξυτόνων γόων.εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν 245κείσεται τάλας,οἱ δὲ μὴ πάλινδώσουσ᾽ ἀντιφόνους δίκας,ἔῤῥοι τ᾽ ἂν αἰδὼςἁπάντων τ᾽ εὐσέβεια θνατῶν. 250

χοροςἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσ᾽ ἅμα

καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶςλέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθ᾽ ἅμα.

ηλεκτρααἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ

πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. 255ἀλλ᾽ ἡ βία γὰρ ταῦτ᾽ ἀναγκάζει με δρᾶν,σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,πατρῷ᾽ ὁρῶσα πήματ᾽, οὐ δρῴη τάδ᾽ ἄν;ἁγὼ κατ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ἀεὶθάλλοντα μᾶλλον ἢ καταφθίνονθ᾽ ὁρῶ· 260ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μ᾽ ἐγείνατο,ἔχθιστα συμβέβηκεν· εἶτα δώμασινἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸςξύνειμι, κἀκ τῶνδ᾽ ἄρχομαι κἀκ τῶνδέ μοιλαβεῖν θ᾽ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. 265ἔπειτα ποίας ἡμέρας δοκεῖς μ᾽ ἄγειν,ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ᾽ ἴδωτοῖσιν πατρῴοις, εἰσίδω δ᾽ ἐσθήματαφοροῦντ᾽ ἐκείνῳ ταὐτὰ καὶ παρεστίουςσπένδοντα λοιβὰς ἔνθ᾽ ἐκεῖνον ὤλεσεν, 270ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸςξὺν τῇ ταλαίνῃ μητρί, μητέρ᾽ εἰ χρεὼνταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·ἡ δ᾽ ὧδε τλήμων ὥστε τῷ μιάστορι 275ξύνεστ᾽, ἐρινὺν οὔτιν᾽ ἐκφοβουμένη·ἀλλ᾽ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,εὑροῦσ᾽ ἐκείνην ἡμέραν, ἐν ᾗ τότεπατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ 280θεοῖσιν ἔμμην᾽ ἱερὰ τοῖς σωτηρίοις.ἐγὼ δ᾽ ὁρῶσ᾽ ἡ δύσμορος κατὰ στέγαςκλαίω, τέτηκα, κἀπικωκύω πατρὸςτὴν δυστάλαιναν δαῖτ᾽ ἐπωνομασμένηναὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα 285τοσόνδ᾽ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴφωνοῦσα τοιάδ᾽ ἐξονειδίζει κακά·ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρτέθνηκεν; ἄλλος δ᾽ οὔτις ἐν πένθει βροτῶν; 290κακῶς ὄλοιο, μηδέ σ᾽ ἐκ γόων ποτὲτῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.τάδ᾽ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸςἥξοντ᾽ Ὀρέστην· τηνικαῦτα δ᾽ ἐμμανὴςβοᾷ παραστᾶσ᾽· οὐ σύ μοι τῶνδ᾽ αἰτία; 295οὐ σὸν τόδ᾽ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶνκλέψασ᾽ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;ἀλλ᾽ ἴσθι τοι τίσουσά γ᾽ ἀξίαν δίκην.τοιαῦθ᾽ ὑλακτεῖ, σὺν δ᾽ ἐποτρύνει πέλαςὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, 300ὁ πάντ᾽ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.ἐγὼ δ᾽ Ὀρέστην τῶνδε προσμένουσ᾽ ἀεὶπαυστῆρ᾽ ἐφήξειν ἡ τάλαιν᾽ ἀπόλλυμαι.μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου 3055καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,οὔτ᾽ εὐσεβεῖν πάρεστιν· ἀλλ᾽ ἔν τοι κακοῖςπολλή ᾽στ᾽ ἀνάγκη κἀπιτηδεύειν κακά.

χοροςφέρ᾽ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας 310

λέγεις τάδ᾽ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;

ηλεκτραἦ κάρτα· μὴ δόκει μ᾽ ἄν, εἴπερ ἦν πέλας,

θυραῖον οἰχνεῖν· νῦν δ᾽ ἀγροῖσι τυγχάνει.

χοροςἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους

τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ᾽ ἔχει; 315

ηλεκτραὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;

χοροςκαὶ δή σ᾽ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,

ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.

ηλεκτραφησίν γε· φάσκων δ᾽ οὐδὲν ὧν λέγει ποεῖ.

χοροςφιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ᾽ ἀνὴρ πράσσων μέγα. 320

ηλεκτρακαὶ μὴν ἔγωγ᾽ ἔσωσ᾽ ἐκεῖνον οὐκ ὄκνῳ.

Χορός θάρσει· πέφυκεν ἐσθλός, ὥστ᾽ ἀρκεῖν φίλοις.Ἠλέκτρα πέποιθ᾽, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.Χορός μὴ νῦν ἔτ᾽ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶτὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν, 325Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖνφέρουσαν, οἷα τοῖς κάτω νομίζεται.

χρυσοθεμιςτίν᾽ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις

ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,κοὐδ᾽ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις 330θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;καίτοι τοσοῦτόν γ᾽ οἶδα κἀμαυτήν, ὅτιἀλγῶ ᾽πὶ τοῖς παροῦσιν· ὥστ᾽ ἄν, εἰ σθένοςλάβοιμι, δηλώσαιμ᾽ ἂν οἷ᾽ αὐτοῖς φρονῶ.νῦν δ᾽ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ, 335καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·τοιαῦτα δ᾽ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ᾽γὼ λέγω,ἀλλ᾽ ᾗ σὺ κρίνεις· εἰ δ᾽ ἐλευθέραν με δεῖζῆν, τῶν κρατούντων ἐστὶ πάντ᾽ ἀκουστέα. 340

ηλεκτραδεινόν γέ σ᾽ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,

κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.ἅπαντα γάρ σοι τἀμὰ νουθετήματακείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.ἔπειθ᾽ ἑλοῦ γε θάτερ᾽, ἢ φρονεῖν κακῶς 345ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοιςσθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένηςοὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις. 350οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;ἐπεὶ δίδαξον, ἢ μάθ᾽ ἐξ ἐμοῦ, τί μοικέρδος γένοιτ᾽ ἂν τῶνδε ληξάσῃ γόων.οὐ ζῶ; κακῶς μέν, οἶδ᾽, ἐπαρκούντως δ᾽ ἐμοί.λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι 355τιμὰς προσάπτειν, εἴ τις ἔστ᾽ ἐκεῖ χάρις.σὺ δ᾽ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ᾽, οὐδ᾽ εἴ μοι τὰ σὰμέλλοι τις οἴσειν δῶρ᾽, ἐφ᾽ οἷσι νῦν χλιδᾷς, 360τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσίατράπεζα κείσθω καὶ περιῤῥείτω βίος.ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνονβόσκημα· τῆς σῆς δ᾽ οὐκ ἐρῶ τιμῆς τυχεῖν,οὐδ᾽ ἂν σύ, σώφρων γ᾽ οὖσα. νῦν δ᾽ ἐξὸν πατρὸς 365πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦτῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.

χοροςμηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις

ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις 370τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.

χρυσοθεμιςἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως

τῶν τῆσδε μύθων· οὐδ᾽ ἂν ἐμνήσθην ποτέ,εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸνἤκουσ᾽, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. 375

ηλεκτραφέρ᾽ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι

μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ᾽ ἔτι.

χρυσοθεμιςἀλλ᾽ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ᾽ ἐγώ.

μέλλουσι γάρ σ᾽, εἰ τῶνδε μὴ λήξεις γόων,ἐνταῦθα πέμψειν ἔνθα μή ποθ᾽ ἡλίου 380φέγγος προσόψει, ζῶσα δ᾽ ἐν κατηρεφεῖστέγῃ χθονὸς τῆσδ᾽ ἐκτὸς ὑμνήσεις κακά.πρὸς ταῦτα φράζου καί με μή ποθ᾽ ὕστερονπαθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.

ηλεκτραἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν; 385

χρυσοθεμιςμάλισθ᾽· ὅταν περ οἴκαδ᾽ Αἴγισθος μόλῃ.

ηλεκτραἀλλ᾽ ἐξίκοιτο τοῦδέ γ᾽ οὕνεκ᾽ ἐν τάχει.

χρυσοθεμιςτίν᾽, ὦ τάλαινα, τόνδ᾽ ἐπηράσω λόγον;

ηλεκτραἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.

χρυσοθεμιςὅπως πάθῃς τί χρῆμα; ποῦ ποτ᾽ εἶ φρενῶν; 390

ηλεκτραὅπως ἀφ᾽ ὑμῶν ὡς προσωτάτω φύγω.

χρυσοθεμιςβίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;

ηλεκτρακαλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.

χρυσοθεμιςἀλλ᾽ ἦν ἄν, εἰ σύ γ᾽ εὖ φρονεῖν ἠπίστασο.

ηλεκτραμή μ᾽ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. 395

χρυσοθεμιςἀλλ᾽ οὐ διδάσκω· τοῖς κρατοῦσι δ᾽ εἰκαθεῖν.

ηλεκτρασὺ ταῦτα θώπευ᾽· οὐκ ἐμοὺς τρόπους λέγεις.

χρυσοθεμιςκαλόν γε μέντοι μὴ ᾽ξ ἀβουλίας πεσεῖν.

ηλεκτραπεσούμεθ᾽, εἰ χρή, πατρὶ τιμωρούμενοι.

χρυσοθεμιςπατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει. 400

ηλεκτραταῦτ᾽ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.

χρυσοθεμιςσὺ δ᾽ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;

ηλεκτραοὐ δῆτα· μή πω νοῦ τοσόνδ᾽ εἴην κενή.

χρυσοθεμιςχωρήσομαί τἄρ᾽ οἷπερ ἐστάλην ὁδοῦ.

ηλεκτραποῖ δ᾽ ἐμπορεύει; τῷ φέρεις τάδ᾽ ἔμπυρα; 405

χρυσοθεμιςμήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.

ηλεκτραπῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;

χρυσοθεμιςὃν ἔκταν᾽ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.

ηλεκτραἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ᾽ ἤρεσεν;

χρυσοθεμιςἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί; 410

ηλεκτραὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ᾽ ἀλλὰ νῦν.

χρυσοθεμιςἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;

ηλεκτραεἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμ᾽ ἂν τότε.

χρυσοθεμιςἀλλ᾽ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.

ηλεκτραλέγ᾽ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι 415

ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.

χρυσοθεμιςλόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς

τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίανἐλθόντος ἐς φῶς· εἶτα τόνδ᾽ ἐφέστιονπῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ 420αὐτός, τανῦν δ᾽ Αἴγισθος· ἐκ δὲ τοῦδ᾽ ἄνωβλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιονπᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.τοιαῦτά του παρόντος, ἡνίχ᾽ Ἡλίῳδείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου. 425πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτιπέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶνἐμοὶ πιθέσθαι μηδ᾽ ἀβουλίᾳ πεσεῖν·εἰ γάρ μ᾽ ἀπώσει, σὺν κακῷ μέτει πάλιν. 430

ηλεκτραἀλλ᾽, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν

τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμιςοὐδ᾽ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναικτερίσματ᾽ οὐδὲ λουτρὰ προσφέρειν πατρί·ἀλλ᾽ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει 435κρύψον νιν, ἔνθα μή ποτ᾽ εἰς εὐνὴν πατρὸςτούτων πρόσεισι μηδέν· ἀλλ᾽ ὅταν θάνῃκειμήλι᾽ αὐτῇ ταῦτα σῳζέσθω κάτω.ἀρχὴν δ᾽ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴπασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς 440οὐκ ἄν ποθ᾽ ὅν γ᾽ ἔκτεινε, τῷδ᾽ ἐπέστεφε.σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖγέρα τάδ᾽ οὑν τάφοισι δέξεσθαι νέκυς,ὑφ᾽ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ 445κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖςλυτήρι᾽ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲτεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβαςκἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ᾽, ἀλλ᾽ ὅμως 450ἅχω, δὸς αὐτῷ, τήνδ᾽ ἀλιπαρῆ τρίχακαὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,καὶ παῖδ᾽ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς 455ἐχθροῖσιν αὐτοῦ ζῶντ᾽ ἐπεμβῆναι ποδί,ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραιςχερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλονπέμψαι τάδ᾽ αὐτῇ δυσπρόσοπτ᾽ ὀνείρατα· 460ὅμως δ᾽, ἀδελφή, σοί θ᾽ ὑπούργησον τάδεἐμοί τ᾽ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶνπάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.

χοροςπρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,

εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε. 465

χρυσοθεμιςδράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον

δυοῖν ἐρίζειν, ἀλλ᾽ ἐπισπεύδειν τὸ δρᾶν.πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶσιγὴ παρ᾽ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·ὡς εἰ τάδ᾽ ἡ τεκοῦσα πεύσεται, πικρὰν 470δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.

χοροςεἰ μὴ ᾽γὼ παράφρων μάντις ἔφυν καὶ γνώμας

λειπομένα σοφᾶς,εἶσιν ἁ πρόμαντιςΔίκα δίκαια φερομένα χεροῖν κράτη· 475μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.ὕπεστί μοι θάρσος,ἁδυπνόων κλύουσαν 480ἀρτίως ὀνειράτων.οὐ γάρ ποτ᾽ ἀμναστεῖ γ᾽ ὁ φύσας σ᾽ Ἑλλάνων ἄναξ,οὐδ᾽ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, 485ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖςκρυπτομένα λόχοις 490χαλκόπους Ἐρινύς.ἄλεκτρ᾽ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνωνγάμων ἁμιλλήμαθ᾽ οἷσιν οὐ θέμις.πρὸ τῶνδέ τοί μ᾽ ἔχει 495μή ποτε μή ποθ᾽ ἡμῖνἀψεγὲς πελᾶν τέραςτοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν 500οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδ᾽ ἐν θεσφάτοις,εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.ὦ Πέλοπος ἁ πρόσθενπολύπονος ἱππεία, 505ὡς ἔμολες αἰανὴςτᾷδε γᾷ.εὖτε γὰρ ὁ ποντισθεὶςΜυρτίλος ἐκοιμάθη,παγχρύσων δίφρων 510δυστάνοις αἰκίαιςπρόῤῥιζος ἐκριφθείς,οὔ τί πωἔλειπεν ἐκ τοῦδ᾽ οἴκουπολύπονος αἰκία. 515

κλυταιμνηστραἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·

οὐ γὰρ πάρεστ᾽ Αἴγισθος, ὅς σ᾽ ἐπεῖχ᾽ ἀεὶμή τοι θυραίαν γ᾽ οὖσαν αἰσχύνειν φίλους·νῦν δ᾽ ὡς ἄπεστ᾽ ἐκεῖνος, οὐδὲν ἐντρέπειἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ 520ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκηςἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·ἐγὼ δ᾽ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σελέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ᾽ ἀεὶ 525ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶςἔξοιδα· τῶνδ᾽ ἄρνησις οὐκ ἔνεστί μοι·ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,ᾗ χρῆν σ᾽ ἀρήγειν, εἰ φρονοῦσ᾽ ἐτύγχανες·ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί, 530τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτληθῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶλύπης, ὅς ἔσπειρ᾽, ὥσπερ ἡ τίκτουσ᾽ ἐγώ.εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνωνἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς; 535ἀλλ᾽ οὐ μετῆν αὐτοῖσι τήν γ᾽ ἐμὴν κτανεῖν.ἀλλ᾽ ἀντ᾽ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼντἄμ᾽, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς 540καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδ᾽ ἦν χάριν;ἢ τῶν ἐμῶν Ἅιδης τιν᾽ ἵμερον τέκνωνἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦπαίδων πόθος παρεῖτο, Μενέλεω δ᾽ ἐνῆν; 545οὐ ταῦτ᾽ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·φαίη δ᾽ ἂν ἡ θανοῦσά γ᾽, εἰ φωνὴν λάβοι.ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοιςδύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, 550γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.

ηλεκτραἐρεῖς μὲν οὐχὶ νῦν γέ μ᾽ ὡς ἄρξασά τι

λυπηρὸν εἶτα σοῦ τάδ᾽ ἐξήκουσ᾽ ὕπο·ἀλλ᾽ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ᾽ ὕπερλέξαιμ᾽ ἂν ὀρθῶς τῆς κασιγνήτης θ᾽ ὁμοῦ. 555

κλυταιμνηστρακαὶ μὴν ἐφίημ᾽· εἰ δέ μ᾽ ὧδ᾽ ἀεὶ λόγους

ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.

ηλεκτρακαὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν

τούτου λόγος γένοιτ᾽ ἂν αἰσχίων ἔτι,εἴτ᾽ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι 560ὡς οὐ δίκῃ γ᾽ ἔκτεινας, ἀλλά σ᾽ ἔσπασενπειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνοςποινὰς τὰ πολλὰ πνεύματ᾽ ἔσχ᾽ ἐν Αὐλίδι·ἢ ᾽γὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν. 565πατήρ ποθ᾽ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶςπαίζων κατ᾽ ἄλσος ἐξεκίνησεν ποδοῖνστικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰςἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη 570κατεῖχ᾽ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμοντοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.ὧδ᾽ ἦν τὰ κείνης θύματ᾽· οὐ γὰρ ἦν λύσιςἄλλη στρατῷ πρὸς οἶκον οὐδ᾽ εἰς Ἴλιον.ἀνθ᾽ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις 575ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.εἰ δ᾽ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλωνἐπωφελῆσαι ταῦτ᾽ ἔδρα, τούτου θανεῖνχρῆν αὐτὸν οὕνεκ᾽ ἐκ σέθεν; ποίῳ νόμῳ;ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς 580μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ᾽ ἄλλου, σύ τοιπρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.ἀλλ᾽ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.εἰ γὰρ θέλεις, δίδαξον ἀνθ᾽ ὅτου τανῦν 585αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθ᾽ οὗπατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖςκἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσ᾽ ἔχεις. 590πῶς ταῦτ᾽ ἐπαινέσαιμ᾽ ἄν; ἢ καὶ ταῦτ᾽ ἐρεῖςὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;αἰσχρῶς δ᾽, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸνἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.ἀλλ᾽ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε, 595ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρακακοστομοῦμεν. καί σ᾽ ἔγωγε δεσπότινἢ μητέρ᾽ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖςπολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου· 600ὃ δ᾽ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστοραἐπῃτιάσω· καὶ τόδ᾽, εἴπερ ἔσθενον,ἔδρων ἄν, εὖ τοῦτ᾽ ἴσθι· τοῦδέ γ᾽ οὕνεκα 605κήρυσσέ μ᾽ εἰς ἅπαντας, εἴτε χρῇς κακὴνεἴτε στόμαργον εἴτ᾽ ἀναιδείας πλέαν.εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.

χοροςὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ 610

ξύνεστι, τοῦδε φροντίδ᾽ οὐκέτ᾽ εἰσορῶ.

κλυταιμνηστραποίας δ᾽ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,

ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖχωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ; 615

ηλεκτραεὖ νυν ἐπίστω τῶνδέ μ᾽ αἰσχύνην ἔχειν,

κεἰ μὴ δοκῶ σοι· μανθάνω δ᾽ ὁθούνεκαἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.ἀλλ᾽ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰἔργ᾽ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ· 620αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ᾽ ἐκδιδάσκεται.

κλυταιμνηστραὦ θρέμμ᾽ ἀναιδές, ἦ σ᾽ ἐγὼ καὶ τἄμ᾽ ἔπη

καὶ τἄργα τἀμὰ πόλλ᾽ ἄγαν λέγειν ποεῖ.

ηλεκτρασύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς

τοὔργον· τὰ δ᾽ ἔργα τοὺς λόγους εὑρίσκεται. 625

κλυταιμνηστραἀλλ᾽ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους

τοῦδ᾽ οὐκ ἀλύξεις, εὖτ᾽ ἂν Αἴγισθος μόλῃ.

ηλεκτραὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι

λέγειν ἃ χρῄζοιμ᾽, οὐδ᾽ ἐπίστασαι κλύειν.

κλυταιμνηστραοὔκουν ἐάσεις οὐδ᾽ ὑπ᾽ εὐφήμου βοῆς 630

θῦσαί μ᾽, ἐπειδὴ σοί γ᾽ ἐφῆκα πᾶν λέγειν;

ηλεκτραἐῶ, κελεύω, θῦε· μηδ᾽ ἐπαιτιῶ

τοὐμὸν στόμ᾽, ὡς οὐκ ἂν πέρα λέξαιμ᾽ ἔτι.

κλυταιμνηστραἔπαιρε δὴ σὺ θύμαθ᾽ ἡ παροῦσά μοι

πάγκαρπ᾽, ἄνακτι τῷδ᾽ ὅπως λυτηρίους 635εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοιςὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπειπρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί, 640μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇσπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.ἀλλ᾽ ὧδ᾽ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματαδισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει᾽ ἄναξ, 645εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,εἰ δ᾽ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινεςδόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,ἀλλ᾽ ὧδέ μ᾽ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ 650δόμους Ἀτρειδῶν σκῆπτρά τ᾽ ἀμφέπειν τάδε,φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦνεὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶδύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.ταῦτ᾽, ὦ Λύκει᾽ Ἄπολλον, ἵλεως κλύων 655δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.τὰ δ᾽ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦἐπαξιῶ σε δαίμον᾽ ὄντ᾽ ἐξειδέναι·τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ᾽ ὁρᾶν.

παιδαγωγοςξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς 660

εἰ τοῦ τυράννου δώματ᾽ Αἰγίσθου τάδε;

χοροςτάδ᾽ ἐστίν, ὦ ξέν᾽· αὐτὸς ᾔκασας καλῶς.

παιδαγωγοςἦ καὶ δάμαρτα τήνδ᾽ ἐπεικάζων κυρῶ

κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.

χοροςμάλιστα πάντων· ἥδε σοι κείνη πάρα. 665

παιδαγωγοςὦ χαῖρ᾽, ἄνασσα· σοὶ φέρων ἥκω λόγους

ἡδεῖς φίλου παρ᾽ ἀνδρὸς Αἰγίσθῳ θ᾽ ὁμοῦ.

κλυταιμνηστραἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου

πρώτιστα χρῄζω τίς σ᾽ ἀπέστειλεν βροτῶν.

παιδαγωγοςΦανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα. 670

κλυταιμνηστρατὸ ποῖον, ὦ ξέν᾽; εἰπέ· παρὰ φίλου γὰρ ὢν

ἀνδρός, σάφ᾽ οἶδα, προσφιλεῖς λέξεις λόγους.

παιδαγωγοςτέθνηκ᾽ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.

ηλεκτραοἲ ᾽γὼ τάλαιν᾽, ὄλωλα τῇδ᾽ ἐν ἡμέρᾳ.

κλυταιμνηστρατί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε. 675

παιδαγωγοςθανόντ᾽ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.

ηλεκτραἀπωλόμην δύστηνος, οὐδέν εἰμ᾽ ἔτι.

κλυταιμνηστρασὺ μὲν τὰ σαυτῆς πρᾶσσ᾽, ἐμοὶ δὲ σύ, ξένε,

τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;

παιδαγωγοςκἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω. 680

κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδοςπρόσχημ᾽ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,ὅτ᾽ ᾔσθετ᾽ ἀνδρὸς ὀρθίων κηρυγμάτωνδρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας· 685δρόμου δ᾽ ἰσώσας τἀφέσει τὰ τέρματανίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγωοὐκ οἶδα τοιοῦδ᾽ ἀνδρὸς ἔργα καὶ κράτη·ἓν δ᾽ ἴσθ᾽· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς 690

τούτων ἐνεγκὼν πάντα τἀπινίκιαὠλβίζετ᾽, Ἀργεῖος μὲν ἀνακαλούμενος,ὄνομα δ᾽ Ὀρέστης, τοῦ τὸ κλεινὸν ἙλλάδοςἈγαμέμνονος στράτευμ᾽ ἀγείραντός ποτε. 695καὶ ταῦτα μὲν τοιαῦθ᾽· ὅταν δέ τις θεῶνβλάπτῃ, δύναιτ᾽ ἂν οὐδ᾽ ἂν ἰσχύων φυγεῖν.κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ᾽ ἱππικῶνἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα. 700εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύοΛίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχωνἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίαςξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ· 705ὁ δ᾽ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.στάντες δ᾽ ἵν᾽ αὐτοὺς οἱ τεταγμένοι βραβῆςκλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, 710χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δ᾽ ἅμαἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖνἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμοςκτύπου κροτητῶν ἁρμάτων· κόνις δ᾽ ἄνωφορεῖθ᾽· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι 715φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοιχνόας τις αὐτῶν καὶ φρυάγμαθ᾽ ἱππικά.ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσειςἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.κεῖνος δ᾽ ὑπ᾽ αὐτὴν ἐσχάτην στήλην ἔχων 720ἔχριμπτ᾽ ἀεὶ σύριγγα, δεξιὸν δ᾽ ἀνεὶςσειραῖον ἵππον εἶργε τὸν προσκείμενον.καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·ἔπειτα δ᾽ Αἰνιᾶνος ἀνδρὸς ἄστομοιπῶλοι βίᾳ φέρουσιν· ἐκ δ᾽ ὑποστροφῆς 725τελοῦντες ἕκτον ἕβδομόν τ᾽ ἤδη δρόμονμέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦἔθραυε κἀνέπιπτε, πᾶν δ᾽ ἐπίμπλατοναυαγίων Κρισαῖον ἱππικῶν πέδον. 730γνοὺς δ᾽ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφοςἔξω παρασπᾷ κἀνακωχεύει παρεὶςκλύδων᾽ ἔφιππον ἐν μέσῳ κυκώμενον.ἤλαυνε δ᾽ ἔσχατος μέν, ὑστέρας δ᾽ ἔχωνπώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων· 735ὅπως δ᾽ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,ὀξὺν δι᾽ ὤτων κέλαδον ἐνσείσας θοαῖςπώλοις διώκει, κἀξισώσαντε ζυγὰἠλαυνέτην, τότ᾽ ἄλλος, ἄλλοθ᾽ ἅτεροςκάρα προβάλλων ἱππικῶν ὀχημάτων. 740καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμουςὡρμᾶθ᾽ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·ἔπειτα λύων ἡνίαν ἀριστερὰνκάμπτοντος ἵππου λανθάνει στήλην ἄκρανπαίσας· ἔθραυσε δ᾽ ἄξονος μέσας χνόας 745κἀξ ἀντύγων ὤλισθεν· ἐν δ᾽ ἑλίσσεταιτμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳπῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.στρατὸς δ᾽ ὅπως ὁρᾷ νιν ἐκπεπτωκόταδίφρων, ἀνωλόλυξε τὸν νεανίαν, 750οἷ᾽ ἔργα δράσας οἷα λαγχάνει κακά,φορούμενος πρὸς οὖδας, ἄλλοτ᾽ οὐρανῷσκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,μόλις κατασχεθόντες ἱππικὸν δρόμον,ἔλυσαν αἱματηρόν, ὥστε μηδένα 755γνῶναι φίλων ἰδόντ᾽ ἂν ἄθλιον δέμας.καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖχαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦφέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός. 760τοιαῦτά σοι ταῦτ᾽ ἐστίν, ὡς μὲν ἐν λόγῳἀλγεινά, τοῖς δ᾽ ἰδοῦσιν, οἵπερ εἴδομεν,μέγιστα πάντων ὧν ὄπωπ᾽ ἐγὼ κακῶν.

χοροςφεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι

πρόῤῥιζον, ὡς ἔοικεν, ἔφθαρται γένος. 765

κλυταιμνηστραὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,

ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ᾽ ἔχει,εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.

παιδαγωγοςτί δ᾽ ὧδ᾽ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;

κλυταιμνηστραδεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς 770

πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.

παιδαγωγοςμάτην ἄρ᾽ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.

κλυταιμνηστραοὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,

εἴ μοι θανόντος πίστ᾽ ἔχων τεκμήριαπροσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς, 775μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰςἀπεξενοῦτο καί μ᾽, ἐπεὶ τῆσδε χθονὸςἐξῆλθεν, οὐκέτ᾽ εἶδεν, ἐγκαλῶν δέ μοιφόνους πατρῴους δείν᾽ ἐπηπείλει τελεῖν;ὥστ᾽ οὔτε νυκτὸς ὕπνον οὔτ᾽ ἐξ ἡμέρας 780ἐμὲ στεγάζειν ἡδύν, ἀλλ᾽ ὁ προστατῶνχρόνος διῆγέ μ᾽ αἰὲν ὡς θανουμένην.νῦν δ᾽--ἡμέρᾳ γὰρ τῇδ᾽ ἀπήλλαγμαι φόβουπρὸς τῆσδ᾽ ἐκείνου θ᾽· ἥδε γὰρ μείζων βλάβηξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσ᾽ ἀεὶ 785ψυχῆς ἄκρατον αἷμα--νῦν δ᾽ ἕκηλά πουτῶν τῆσδ᾽ ἀπειλῶν οὕνεχ᾽ ἡμερεύσομεν.

ηλεκτραοἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,

Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ᾽ ὧδ᾽ ἔχωνπρὸς τῆσδ᾽ ὑβρίζει μητρός. ἆρ᾽ ἔχει καλῶς; 790

κλυταιμνηστραοὔτοι σύ· κεῖνος δ᾽ ὡς ἔχει καλῶς ἔχει.

ηλεκτραἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.

κλυταιμνηστραἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.

ηλεκτραὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.

κλυταιμνηστραοὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε. 795

ηλεκτραπεπαύμεθ᾽ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.

κλυταιμνηστραπολλῶν ἂν ἥκοις, ὦ ξέν᾽, ἄξιος τυχεῖν,

εἰ τήνδ᾽ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.

παιδαγωγοςοὐκοῦν ἀποστείχοιμ᾽ ἄν, εἰ τάδ᾽ εὖ κυρεῖ.

κλυταιμνηστραἥκιστ᾽· ἐπείπερ οὔτ᾽ ἐμοῦ κατάξι᾽ ἂν 800

πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.ἀλλ᾽ εἴσιθ᾽ εἴσω· τήνδε δ᾽ ἔκτοθεν βοᾶνἔα τά θ᾽ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.

ηλεκτραἆρ᾽ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη

δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ 805τὸν υἱὸν ἡ δύστηνος ὧδ᾽ ὀλωλότα;ἀλλ᾽ ἐγγελῶσα φροῦδος· ὦ τάλαιν᾽ ἐγώ.Ὀρέστα φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας θανών.ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸςαἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, 810σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτεκἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;μόνη γάρ εἰμι, σοῦ τ᾽ ἀπεστερημένηκαὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλινἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ 815φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;ἀλλ᾽ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνουξύνοικος, εἴσειμ᾽, ἀλλὰ τῇδε πρὸς πύλῃπαρεῖσ᾽ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, 820τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,λύπη δ᾽, ἐὰν ζῶ· τοῦ βίου δ᾽ οὐδεὶς πόθος.

χοροςποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων Ἅλιος, εἰ

ταῦτ᾽ ἐφορῶντες 825κρύπτουσιν ἕκηλοι;

ηλεκτραἒ ἔ, αἰαῖ.

χοροςὦ παῖ, τί δακρύεις;

ηλεκτραφεῦ.

χοροςμηδὲν μέγ᾽ ἀΰσῃς. 830

ηλεκτραἀπολεῖς.

χοροςπῶς;

ηλεκτραεἰ τῶν φανερῶς οἰχομένων εἰς Ἀΐδαν ἐλπίδ᾽ ὑποί-

σεις, κατ᾽ ἐμοῦ τακομένας μᾶλλον ἐπεμβάσει. 836

χοροςοἶδα γὰρ ἄνακτ᾽ Ἀμφιάρεων χρυσοδέτοις ἕρκεσι

κρυφθέντα γυναικῶν·καὶ νῦν ὑπὸ γαίας

ηλεκτραἒ ἔ, ἰώ. 840

χοροςπάμψυχος ἀνάσσει.

ηλεκτραφεῦ.

χοροςφεῦ δῆτ᾽· ὀλοὰ γὰρ

ηλεκτραἐδάμη.

χοροςναί. 845

ηλεκτραοἶδ᾽ οἶδ᾽· ἐφάνη γὰρ μελέτωρ ἀμφὶ τὸν ἐν πένθει·

ἐμοὶ δ᾽οὔτις ἔτ᾽ ἔσθ᾽· ὃς γὰρ ἔτ᾽ ἦν, φροῦδος ἀναρπασθείς.

χοροςδειλαία δειλαίων κυρεῖς.

ηλεκτρακἀγὼ τοῦδ᾽ ἴστωρ, ὑπερίστωρ, 850

πανσύρτῳ παμμήνῳ πολλῶνδεινῶν στυγνῶν τ᾽ αἰῶνι.

χοροςεἴδομεν ἁθρήνεις.

ηλεκτραμή μέ νυν μηκέτι 855

παραγάγῃς, ἵν᾽ οὐ

χοροςτί φής;

ηλεκτραπάρεισιν ἐλπίδων ἔτι κοινοτόκων

εὐπατριδᾶν ἀρωγαί.

χοροςπᾶσι θνατοῖς ἔφυ μόρος. 860

ηλεκτραἦ καὶ χαλάργοις ἐν ἁμίλλαις

οὕτως, ὡς κείνῳ δυστάνῳ,τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;

χοροςἄσκοπος ἁ λώβα.

ηλεκτραπῶς γὰρ οὔκ; εἰ ξένος 865

ἄτερ ἐμᾶν χερῶν

χοροςπαπαῖ.

ηλεκτρακέκευθεν, οὔτε του τάφου ἀντιάσας

οὔτε γόων παρ᾽ ἡμῶν. 870

χρυσοθεμιςὑφ᾽ ἡδονῆς τοι, φιλτάτη, διώκομαι

τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧνπάροιθεν εἶχες καὶ κατέστενες κακῶν

ηλεκτραπόθεν δ᾽ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων 875

ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ᾽ ἰδεῖν;

χρυσοθεμιςπάρεστ᾽ Ὀρέστης ἡμίν, ἴσθι τοῦτ᾽ ἐμοῦ

κλύουσ᾽, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.

ηλεκτραἀλλ᾽ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς

σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς; 880

χρυσοθεμιςμὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ᾽ οὐχ ὕβρει

λέγω τάδ᾽, ἀλλ᾽ ἐκεῖνον ὡς παρόντα νῷν.

ηλεκτραοἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον

τόνδ᾽ εἰσακούσασ᾽ ὧδε πιστεύεις ἄγαν;

χρυσοθεμιςἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ 885

σημεῖ᾽ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.

ηλεκτρατίν᾽, ὦ τάλαιν᾽, ἔχουσα πίστιν; ἐς τί μοι

βλέψασα θάλπει τῷδ᾽ ἀνηκέστῳ πυρί;

χρυσοθεμιςπρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου

τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς. 890

ηλεκτρασὺ δ᾽ οὖν λέγ᾽, εἴ σοι τῷ λόγῳ τις ἡδονή.

χρυσοθεμιςκαὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.

ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,ὁρῶ κολώνης ἐξ ἄκρας νεοῤῥύτουςπηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ 895πάντων ὅσ᾽ ἐστὶν ἀνθέων θήκην πατρός.ἰδοῦσα δ᾽ ἔσχον θαῦμα, καὶ περισκοπῶμή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.ὡς δ᾽ ἐν γαλήνῃ πάντ᾽ ἐδερκόμην τόπον,τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δ᾽ ὁρῶ 900πυρᾶς νεώρη βόστρυχον τετμημένον·κεὐθὺς τάλαιν᾽ ὡς εἶδον, ἐμπαίει τί μοιψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶνπάντων Ὀρέστου τοῦθ᾽ ὁρᾶν τεκμήριον·καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, 905χαρᾷ δὲ πίμπλημ᾽ εὐθὺς ὄμμα δακρύων.καὶ νῦν θ᾽ ὁμοίως καὶ τότ᾽ ἐξεπίσταμαιμή του τόδ᾽ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·τῷ γὰρ προσήκει πλήν γ᾽ ἐμοῦ καὶ σοῦ τόδε;κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ᾽ ἐπίσταμαι, 910οὐδ᾽ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺςἔξεστ᾽ ἀκλαύστῳ τῆσδ᾽ ἀποστῆναι στέγης.ἀλλ᾽ οὐδὲ μὲν δὴ μητρὸς οὔθ᾽ ὁ νοῦς φιλεῖτοιαῦτα πράσσειν οὔτε δρῶσ᾽ ἐλάνθαν᾽ ἄν·ἀλλ᾽ ἔστ᾽ Ὀρέστου ταῦτα τἀπιτύμβια. 915ἀλλ᾽, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοιοὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσωςπολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.

ηλεκτραφεῦ, τῆς ἀνοίας ὥς σ᾽ ἐποικτίρω πάλαι. 920

χρυσοθεμιςτί δ᾽ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;

ηλεκτραοὐκ οἶσθ᾽ ὅποι γῆς οὐδ᾽ ὅποι γνώμης φέρει.

χρυσοθεμιςπῶς δ᾽ οὐκ ἐγὼ κάτοιδ᾽ ἅ γ᾽ εἶδον ἐμφανῶς;

ηλεκτρατέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι

σωτήρι᾽ ἔῤῥει· μηδὲν εἰς κεῖνόν γ᾽ ὅρα. 925

χρυσοθεμιςοἴμοι τάλαινα· τοῦ τάδ᾽ ἤκουσας βροτῶν;

ηλεκτρατοῦ πλησίον παρόντος, ἡνίκ᾽ ὤλλυτο.

χρυσοθεμιςκαὶ ποῦ ᾽στιν οὗτος; θαῦμά τοί μ᾽ ὑπέρχεται.

ηλεκτρακατ᾽ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.

χρυσοθεμιςοἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτ᾽ ἦν 930

τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;

ηλεκτραοἶμαι μάλιστ᾽ ἔγωγε τοῦ τεθνηκότος

μνημεῖ᾽ Ὀρέστου ταῦτα προσθεῖναί τινα.

χρυσοθεμιςὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους

τοιούσδ᾽ ἔχουσ᾽ ἔσπευδον, οὐκ εἰδυῖ᾽ ἄρα 935ἵν᾽ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθ᾽ ἱκόμην,τά τ᾽ ὄντα πρόσθεν ἄλλα θ᾽ εὑρίσκω κακά.

ηλεκτραοὕτως ἔχει σοι ταῦτ᾽· ἐὰν δέ μοι πίθῃ,

τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.

χρυσοθεμιςἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ; 940

ηλεκτραοὐκ ἔσθ᾽ ὅ γ᾽ εἶπον· οὐ γὰρ ὧδ᾽ ἄφρων ἔφυν.

χρυσοθεμιςτί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;

ηλεκτρατλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.

χρυσοθεμιςἀλλ᾽ εἴ τις ὠφέλειά γ᾽, οὐκ ἀπώσομαι.

ηλεκτραὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ. 945

χρυσοθεμιςὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.

ηλεκτραἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.

παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλωνὡς οὔτις ἡμῖν ἔστιν, ἀλλ᾽ Ἅιδης λαβὼνἀπεστέρηκε καὶ μόνα λελείμμεθον. 950ἐγὼ δ᾽ ἕως μὲν τὸν κασίγνητον βίῳθάλλοντ᾽ ἔτ᾽ εἰσήκουον, εἶχον ἐλπίδαςφόνου ποτ᾽ αὐτὸν πράκτορ᾽ ἵξεσθαι πατρός·νῦν δ᾽ ἡνίκ᾽ οὐκέτ᾽ ἔστιν, εἰς σὲ δὴ βλέπω,ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου 955ξὺν τῇδ᾽ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖνΑἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μ᾽ ἔτι.ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν᾽ ἐλπίδωνβλέψασ᾽ ἔτ᾽ ὀρθήν; ᾗ πάρεστι μὲν στένεινπλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, 960πάρεστι δ᾽ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνουἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.καὶ τῶνδε μέντοι μηκέτ᾽ ἐλπίσῃς ὅπωςτεύξει ποτ᾽· οὐ γὰρ ὧδ᾽ ἄβουλός ἐστ᾽ ἀνὴρΑἴγισθος ὥστε σόν ποτ᾽ ἢ κἀμὸν γένος 965βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.ἀλλ᾽ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτωθανόντος οἴσει τοῦ κασιγνήτου θ᾽ ἅμα·ἔπειτα δ᾽, ὥσπερ ἐξέφυς, ἐλευθέρα 970καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίωντεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσηνσαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ᾽ ἐμοί;τίς γάρ ποτ᾽ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν 975τοιοῖσδ᾽ ἐπαίνοις οὐχὶ δεξιώσεται·ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου· 980τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,τώδ᾽ ἔν θ᾽ ἑορταῖς ἔν τε πανδήμῳ πόλειτιμᾶν ἅπαντας οὕνεκ᾽ ἀνδρείας χρεών.τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,ζώσαιν θανούσαιν θ᾽ ὥστε μὴ ᾽κλιπεῖν κλέος. 985ἀλλ᾽, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,σύγκαμν᾽ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ᾽ ὅτιζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.

χοροςἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία 990

καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.

χρυσοθεμιςκαὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν

ἐτύγχαν᾽ αὕτη μὴ κακῶν, ἐσῴζετ᾽ ἂντὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.ποῖ γάρ ποτ᾽ ἐμβλέψασα τοιοῦτον θράσος 995αὐτή θ᾽ ὁπλίζει κἄμ᾽ ὑπηρετεῖν καλεῖς;οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδ᾽ ἀνὴρ ἔφυς,σθένεις δ᾽ ἔλασσον τῶν ἐναντίων χερί.δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθ᾽ ἡμέραν,ἡμῖν δ᾽ ἀποῤῥεῖ κἀπὶ μηδὲν ἔρχεται. 1000τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖνἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰκτησώμεθ᾽, εἴ τις τούσδ᾽ ἀκούσεται λόγους.λύει γὰρ ἡμῖν οὐδὲν οὐδ᾽ ἐπωφελεῖ 1005βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ᾽ ὅταν θανεῖνχρῄζων τις εἶτα μηδὲ τοῦτ᾽ ἔχῃ λαβεῖν.ἀλλ᾽ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶνἡμᾶς τ᾽ ὀλέσθαι κἀξερημῶσαι γένος, 1010κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμέναἄῤῥητ᾽ ἐγώ σοι κἀτελῆ φυλάξομαι,αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.

χοροςπείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ 1015

κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.

ηλεκτραἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δ᾽

ᾔδη σ᾽ ἀποῤῥίψουσαν ἁπηγγελλόμην.ἀλλ᾽ αὐτόχειρί μοι μόνῃ τε δραστέοντοὔργον τόδ᾽· οὐ γὰρ δὴ κενόν γ᾽ ἀφήσομεν. 1020

χρυσοθεμιςφεῦ·

εἴθ᾽ ὤφελες τοιάδε τὴν γνώμην πατρὸςθνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω.

ηλεκτραἀλλ᾽ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.

χρυσοθεμιςἄσκει τοιαύτη νοῦν δι᾽ αἰῶνος μένειν.

ηλεκτραὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε. 1025

χρυσοθεμιςεἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.

ηλεκτραζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.

χρυσοθεμιςἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.

ηλεκτραἀλλ᾽ οὔ ποτ᾽ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.

χρυσοθεμιςμακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος. 1030

ηλεκτραἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.

χρυσοθεμιςἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.

ηλεκτραἐλθοῦσα μητρὶ ταῦτα πάντ᾽ ἔξειπε σῇ.

χρυσοθεμιςοὐδ᾽ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σ᾽ ἐγώ.

ηλεκτραἀλλ᾽ οὖν ἐπίστω γ᾽ οἷ μ᾽ ἀτιμίας ἄγεις. 1035

χρυσοθεμιςἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.

ηλεκτρατῷ σῷ δικαίῳ δῆτ᾽ ἐπισπέσθαι με δεῖ;

χρυσοθεμιςὅταν γὰρ εὖ φρονῇς, τόθ᾽ ἡγήσει σὺ νῷν.

ηλεκτραἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.

χρυσοθεμιςεἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ. 1040

ηλεκτρατί δ᾽; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;

χρυσοθεμιςἀλλ᾽ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.

ηλεκτρατούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.

χρυσοθεμιςἀλλ᾽ εἰ ποήσεις ταῦτ᾽, ἐπαινέσεις ἐμέ.

ηλεκτρακαὶ μὴν ποήσω γ᾽ οὐδὲν ἐκπλαγεῖσά σε. 1045

χρυσοθεμιςκαὶ τοῦτ᾽ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;

ηλεκτραβουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.

χρυσοθεμιςφρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.

ηλεκτραπάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.

χρυσοθεμιςἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμ᾽ ἔπη 1050

τολμᾷς ἐπαινεῖν οὔτ᾽ ἐγὼ τοὺς σοὺς τρόπους.

ηλεκτραἀλλ᾽ εἴσιθ᾽. οὔ σοι μὴ μεθέψομαί ποτε,

οὐδ᾽ ἢν σφόδρ᾽ ἱμείρουσα τυγχάνῃς· ἐπεὶπολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.

χρυσοθεμιςἀλλ᾽ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι 1055

φρονεῖν, φρόνει τοιαῦθ᾽. ὅταν γὰρ ἐν κακοῖςἤδη βεβήκῃς, τἄμ᾽ ἐπαινέσεις ἔπη.

χοροςτί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς

ἐσορώμενοι τροφᾶς κηδομένους ἀφ᾽ ὧν τε βλάστω-σιν ἀφ᾽ ὧν τ᾽ ὄνασιν εὕρωσι, τάδ᾽ οὐκ ἐπ᾽ ἴσας τε-λοῦμεν; 1060ἀλλ᾽ οὐ τὰν Διὸς ἀστραπὰνκαὶ τὰν οὐρανίαν Θέμιν,δαρὸν οὐκ ἀπόνητοι. 1065ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰνὄπα τοῖς ἔνερθ᾽ Ἀτρείδαις, ἀχόρευτα φέρουσ᾽ ὀνείδη·ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ † δὴ †, 1070τὰ δὲ πρὸς τέκνων διπλῆ φύλοπις οὐκέτ᾽ ἐξισοῦταιφιλοτασίῳ διαίτᾳ· πρόδοτος δὲ μόνα σαλεύειἨλέκτρα, † τὸν ἀεὶ πατρὸς † 1075δειλαία στενάχουσ᾽, ὅπωςἁ πάνδυρτος ἀηδών,οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπεινἑτοίμα,διδύμαν ἑλοῦσ᾽ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλά-στοι; 1080οὐδεὶς τῶν ἀγαθῶν γὰρζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλεινώνυμος, ὦ παῖ παῖ.ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου, 1085τὸ μὴ † καλὸν καθοπλίσασα †, δύο φέρειν ἐν ἑνὶ λόγῳ,σοφά τ᾽ ἀρίστα τε παῖς κεκλῆσθαι.ζῴης μοι καθύπερθεν 1090χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσοννῦν ὑπόχειρ ναίεις·ἐπεί σ᾽ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷβεβῶσαν, ἃ δὲ μέγιστ᾽ ἔβλαστε νόμιμα, τῶνδε 1095φερομένανἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.

ορεστηςἆρ᾽, ὦ γυναῖκες, ὀρθά τ᾽ εἰσηκούσαμεν

ὀρθῶς θ᾽ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;

χοροςτί δ᾽ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει; 1100

ορεστηςΑἴγισθον ἔνθ᾽ ᾤκηκεν ἱστορῶ πάλαι.

χοροςἀλλ᾽ εὖ θ᾽ ἱκάνεις χὠ φράσας ἀζήμιος.

ορεστηςτίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν

ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;

χοροςἥδ᾽, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών. 1105

ορεστηςἴθ᾽, ὦ γύναι, δήλωσον εἰσελθοῦσ᾽ ὅτι

Φωκῆς ματεύουσ᾽ ἄνδρες Αἴγισθόν τινες,

ηλεκτραοἴμοι τάλαιν᾽, οὐ δή ποθ᾽ ἧς ἠκούσαμεν

φήμης φέροντες ἐμφανῆ τεκμήρια;

ορεστηςοὐκ οἶδα τὴν σὴν κληδόν᾽· ἀλλά μοι γέρων 1110

ἐφεῖτ᾽ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.

ηλεκτρατί δ᾽ ἔστιν, ὦ ξέν᾽; ὥς μ᾽ ὑπέρχεται φόβος.

ορεστηςφέροντες αὐτοῦ σμικρὰ λείψαν᾽ ἐν βραχεῖ

τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.

ηλεκτραοἲ ᾽γὼ τάλαινα, τοῦτ᾽ ἐκεῖν᾽ ἤδη σαφὲς· 1115

πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.

ορεστηςεἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,

τόδ᾽ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.

ηλεκτραὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε

κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, 1120ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.

ορεστηςδόθ᾽, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς

ἐν δυσμενείᾳ γ᾽ οὖσ᾽ ἐπαιτεῖται τάδε,ἀλλ᾽ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν. 1125

ηλεκτραὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ

ψυχῆς Ὀρέστου λοιπόν, ὥς σ᾽ ἀπ᾽ ἐλπίδωνοὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,δόμων δέ σ᾽, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ᾽ ἐγώ. 1130ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖνκλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,ὅπως θανὼν ἔκεισο τῇ τόθ᾽ ἡμέρᾳ,τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. 1135νῦν δ᾽ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰςκακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,κοὔτ᾽ ἐν φίλαισι χερσὶν ἡ τάλαιν᾽ ἐγὼλουτροῖς σ᾽ ἐκόσμησ᾽ οὔτε παμφλέκτου πυρὸςἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος, 1140ἀλλ᾽ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλαςσμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆςἀνωφελήτου, τὴν ἐγὼ θάμ᾽ ἀμφὶ σοὶπόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε 1145μητρὸς σύ γ᾽ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,οὔθ᾽ οἱ κατ᾽ οἶκον ἦσαν, ἀλλ᾽ ἐγὼ τροφός,ἐγὼ δ᾽ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.νῦν δ᾽ ἐκλέλοιπε ταῦτ᾽ ἐν ἡμέρᾳ μιᾷθανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας 1150θύελλ᾽ ὅπως βέβηκας. οἴχεται πατήρ·τέθνηκ᾽ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·γελῶσι δ᾽ ἐχθροί· μαίνεται δ᾽ ὑφ᾽ ἡδονῆςμήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκιςφήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος 1155τιμωρὸς αὐτός. ἀλλὰ ταῦθ᾽ ὁ δυστυχὴςδαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,ὅς σ᾽ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτηςμορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.οἴμοι μοι. 1160ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.ὦ δεινοτάτας, οἴμοι μοι,πεμφθεὶς κελεύθους, φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας·ἀπώλεσας δῆτ᾽, ὦ κασίγνητον κάρα.τοιγὰρ σὺ δέξαι μ᾽ ἐς τὸ σὸν τόδε στέγος, 1165τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτωναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκ᾽ ἦσθ᾽ ἄνω,ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶτοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους. 1170

χοροςθνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,

θνητὸς δ᾽ Ὀρέστης. ὥστε μὴ λίαν στένε.πᾶσιν γὰρ ἡμῖν τοῦτ᾽ ὀφείλεται παθεῖν.

ορεστηςφεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν

ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω. 1175

ηλεκτρατί δ᾽ ἔσχες ἄλγος; πρὸς τί τοῦτ᾽ εἰπὼν κυρεῖς;

ορεστηςἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;

ηλεκτρατόδ᾽ ἔστ᾽ ἐκεῖνο, καὶ μάλ᾽ ἀθλίως ἔχον.

ορεστηςοἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.

ηλεκτραοὐ δή ποτ᾽, ὦ ξέν᾽, ἀμφ᾽ ἐμοὶ στένεις τάδε; 1180

ορεστηςὦ σῶμ᾽ ἀτίμως κἀθέως ἐφθαρμένον.

ηλεκτραοὔτοι ποτ᾽ ἄλλην ἢ ᾽μὲ δυσφημεῖς, ξένε.

ορεστηςφεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,

ηλεκτρατί δή ποτ᾽, ὦ ξέν᾽, ὧδ᾽ ἐπισκοπῶν στένεις;

ορεστηςὡς οὐκ ἄρ᾽ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν. 1185

Ἠλέκτρα ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;

ορεστηςὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.

ηλεκτρακαὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.

ορεστηςκαὶ πῶς γένοιτ᾽ ἂν τῶνδ᾽ ἔτ᾽ ἐχθίω βλέπειν;

ηλεκτραὁθούνεκ᾽ εἰμὶ τοῖς φονεῦσι σύντροφος 1190

ορεστηςτοῖς τοῦ; πόθεν τοῦτ᾽ ἐξεσήμηνας κακόν;

ηλεκτρατοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.

ορεστηςτίς γάρ σ᾽ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;

ηλεκτραμήτηρ καλεῖται, μητρὶ δ᾽ οὐδὲν ἐξισοῖ.

ορεστηςτί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου; 1195

ηλεκτρακαὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.

ορεστηςοὐδ᾽ οὑπαρήξων οὐδ᾽ ὁ κωλύσων πάρα;

ηλεκτραοὐ δῆθ᾽. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.

ορεστηςὦ δύσποτμ᾽, ὡς ὁρῶν σ᾽ ἐποικτίρω πάλαι.

ηλεκτραμόνος βροτῶν νυν ἴσθ᾽ ἐποικτίρας ποτέ. 1200

ορεστηςμόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.

ηλεκτραοὐ δή ποθ᾽ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;

ορεστηςἐγὼ φράσαιμ᾽ ἄν, εἰ τὸ τῶνδ᾽ εὔνουν πάρα.

ηλεκτραἀλλ᾽ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.

ορεστηςμέθες τόδ᾽ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς. 1205

ηλεκτραμὴ δῆτα πρὸς θεῶν τοῦτό μ᾽ ἐργάσῃ, ξένε.

ορεστηςπείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.

ηλεκτραμή, πρὸς γενείου, μὴ ᾽ξέλῃ τὰ φίλτατα.

ορεστηςοὔ φημ᾽ ἐάσειν.

ηλεκτρα"]}' id="mwC_E">ὦ τάλαιν᾽ ἐγὼ σέθεν,

Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς. 1210

ορεστηςεὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.

ηλεκτραπῶς τὸν θανόντ᾽ ἀδελφὸν οὐ δίκῃ στένω;

ορεστηςοὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.

ηλεκτραοὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;

ορεστηςἄτιμος οὐδενὸς σύ· τοῦτο δ᾽ οὐχὶ σόν. 1215

ηλεκτραεἴπερ γ᾽ Ὀρέστου σῶμα βαστάζω τόδε;

ορεστηςἀλλ᾽ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ᾽ ἠσκημένον.

ηλεκτραποῦ δ᾽ ἔστ᾽ ἐκείνου τοῦ ταλαιπώρου τάφος;

ορεστηςοὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.

ηλεκτραπῶς εἶπας, ὦ παῖ;

ορεστης"]}' id="mwDEI">ψεῦδος οὐδὲν ὧν λέγω. 1220

ηλεκτραἦ ζῇ γὰρ ἁνήρ;

ορεστης"]}' id="mwDFI">εἴπερ ἔμψυχός γ᾽ ἐγώ.

ηλεκτραἦ γὰρ σὺ κεῖνος;

ορεστης"]}' id="mwDGE">τήνδε προσβλέψασά μου

σφραγῖδα πατρὸς ἔκμαθ᾽ εἰ σαφῆ λέγω.

ηλεκτραὦ φίλτατον φῶς.

ορεστης"]}' id="mwDHE">φίλτατον, συμμαρτυρῶ.

ηλεκτραὦ φθέγμ᾽, ἀφίκου;

ορεστης"]}' id="mwDIA">μηκέτ᾽ ἄλλοθεν πύθῃ, 1225

ηλεκτραἔχω σε χερσίν;

ορεστης"]}' id="mwDJA">ὡς τὰ λοίπ᾽ ἔχοις ἀεί.

ηλεκτραὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,

ὁρᾶτ᾽ Ὀρέστην τόνδε, μηχαναῖσι μὲνθανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.

χοροςὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι 1230

γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.

ηλεκτραἰὼ γοναί,

γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,ἐμόλετ᾽ ἀρτίως,ἐφηύρετ᾽, ἤλθετ᾽, εἴδεθ᾽ οὓς ἐχρῄζετε. 1235

ορεστηςπάρεσμεν· ἀλλὰ σῖγ᾽ ἔχουσα πρόσμενε.

ηλεκτρατί δ᾽ ἔστιν;

ορεστηςσιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.

ηλεκτραἀλλ᾽ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,

τόδε μὲν οὔ ποτ᾽ ἀξιώσω τρέσαι, 1240περισσὸν ἄχθος ἔνδονγυναικῶν ὂν αἰεί.

ορεστηςὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης

ἔνεστιν· εὖ δ᾽ ἔξοισθα πειραθεῖσά που.

ηλεκτραὀτοτοτοτοῖ τοτοῖ, 1245

ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,οὐδέ ποτε λησόμενον ἁμέτερονοἷον ἔφυ κακόν. 1250

ορεστηςἔξοιδα, παῖ, ταῦτ᾽· ἀλλ᾽ ὅταν παρουσία

φράζῃ, τότ᾽ ἔργων τῶνδε μεμνῆσθαι χρεών.

ηλεκτραὁ πᾶς ἐμοί,

ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειντάδε δίκᾳ χρόνος· 1255μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.

ορεστηςξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε.

ηλεκτρατί δρῶσα;

ορεστηςοὗ μή ᾽στι καιρὸς μὴ μακρὰν βούλου λέγειν.

ηλεκτρατίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος 1260

μεταβάλοιτ᾽ ἂν ὧδε σιγὰν λόγων;ἐπεί σε νῦν ἀφράστωςἀέλπτως τ᾽ ἐσεῖδον.

ορεστηςτότ᾽ εἶδες, εὖτε θεοί μ᾽ ἐπώτρυναν μολεῖν

◡ ◡ ◡ – ◡ – ◡ – ◡ – ◡ –

ηλεκτραἔφρασας ὑπερτέραν 1265

τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισενἁμέτερα πρὸς μέλαθρα· δαιμόνιοναὐτὸ τίθημ᾽ ἐγώ. 1270

ορεστηςτὰ μέν σ᾽ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ

δέδοικα λίαν ἡδονῇ νικωμένην.

ηλεκτραἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν

ἐπαξιώσας ὧδέ μοι φανῆναι,μή τί με, πολύπονον ὧδ᾽ ἰδὼν 1275

ορεστηςτί μὴ ποήσω;

ηλεκτραμή μ᾽ ἀποστερήσῃς

τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.

ορεστηςἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.

ηλεκτραξυναινεῖς;

ορεστης"]}' id="mwDV8">τί μὴν οὔ; 1280

ηλεκτραὦ φίλαι,

ἔκλυον ἃν ἐγὼ οὐδ᾽ ἂν ἤλπισ᾽ αὐδάν,. . . . . ἂν ἔσχον ὁργὰνἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα,τάλαινα. νῦν δ᾽ ἔχω σε· προυφάνης δὲ 1285φιλτάταν ἔχων πρόσοψιν,ἇς ἐγὼ οὐδ᾽ ἂν ἐν κακοῖς λαθοίμαν.

ορεστηςτὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,

καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,μήθ᾽ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων 1290ἀντλεῖ, τὰ δ᾽ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.ἃ δ᾽ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳσήμαιν᾽, ὅπου φανέντες ἢ κεκρυμμένοιγελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ. 1295οὕτω δ᾽ ὅπως μήτηρ σε μὴ ᾽πιγνώσεταιφαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·ἀλλ᾽ ὡς ἐπ᾽ ἄτῃ τῇ μάτην λελεγμένῃστέναζ᾽· ὅταν γὰρ εὐτυχήσωμεν, τότεχαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως. 1300

ηλεκτραἀλλ᾽ ὦ κασίγνηθ᾽, ὧδ᾽ ὅπως καὶ σοὶ φίλον

καὶ τοὐμὸν ἔσται τῇδ᾽· ἐπεὶ τὰς ἡδονὰςπρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,κοὐδ᾽ ἄν σε λυπήσασα δεξαίμην βραχὺαὐτὴ μέγ᾽ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς 1305ὑπηρετοίην τῷ παρόντι δαίμονι.ἀλλ᾽ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύωνὁθούνεκ᾽ Αἴγισθος μὲν οὐ κατὰ στέγας,μήτηρ δ᾽ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθ᾽ ὡςγέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα. 1310μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,κἀπεί σ᾽ ἐσεῖδον, οὔ ποτ᾽ ἐκλήξω χαρᾷδακρυῤῥοοῦσα· πῶς γὰρ ἂν λήξαιμ᾽ ἐγώ,ἥτις μιᾷ σε τῇδ᾽ ὁδῷ θανόντα τεκαὶ ζῶντ᾽ ἐσεῖδον; εἴργασαι δέ μ᾽ ἄσκοπα· 1315ὥστ᾽ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ᾽ ἂντέρας νομίζειν αὐτό, πιστεύειν δ᾽ ὁρᾶν.ὅτ᾽ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,ἄρχ᾽ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνηοὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς 1320ἔσωσ᾽ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.

ορεστηςσιγᾶν ἐπῄνεσ᾽ ὡς ἐπ᾽ ἐξόδῳ κλύω

τῶν ἔνδοθεν χωροῦντος.

ηλεκτρα"]}' id="mwDbQ">εἴσιτ᾽, ὦ ξένοι,

ἄλλως τε καὶ φέροντες οἷ᾽ ἂν οὔτε τιςδόμων ἀπώσαιτ᾽ οὔτ᾽ ἂν ἡσθείη λαβών. 1325

παιδαγωγοςὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,

πότερα παρ᾽ οὐδὲν τοῦ βίου κήδεσθ᾽ ἔτιἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,ὅτ᾽ οὐ παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἐν αὐτοῖσιν κακοῖςτοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε; 1330ἀλλ᾽ εἰ σταθμοῖσι τοῖσδε μὴ ᾽κύρουν ἐγὼπάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοιςτὰ δρώμεν᾽ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·νῦν δ᾽ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων 1335καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆςεἴσω παρέλθεθ᾽, ὡς τὸ μὲν μέλλειν κακὸνἐν τοῖς τοιούτοις ἔστ᾽, ἀπηλλάχθαι δ᾽ ἀκμή.

ορεστηςπῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;

παιδαγωγοςκαλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα. 1340

ορεστηςἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.

παιδαγωγοςεἷς τῶν ἐν Ἅιδου μάνθαν᾽ ἐνθάδ᾽ ὢν ἀνήρ.

ορεστηςχαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;

παιδαγωγοςτελουμένων εἴποιμ᾽ ἄν· ὡς δὲ νῦν ἔχει,

καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς. 1345

ηλεκτρατίς οὗτός ἐστ᾽, ἀδελφέ; πρὸς θεῶν φράσον.

ορεστηςοὐχὶ ξυνίης;

ηλεκτρα"]}' id="mwDg8">οὐδέ γ᾽ ἐς θυμὸν φέρω.

ορεστηςοὐκ οἶσθ᾽ ὅτῳ μ᾽ ἔδωκας εἰς χέρας ποτέ;

ηλεκτραποίῳ; τί φωνεῖς;

ορεστης"]}' id="mwDiU">οὗ τὸ Φωκέων πέδον

ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν. 1350

ηλεκτραἦ κεῖνος οὗτος, ὅν ποτ᾽ ἐκ πολλῶν ἐγὼ

μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;

ορεστηςὅδ᾽ ἐστί· μή μ᾽ ἔλεγχε πλείοσιν λόγοις.

ηλεκτραὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων

Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ, 1355ὃς τόνδε κἄμ᾽ ἔσωσας ἐκ πολλῶν πόνων;ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ᾽ ἔχωνποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαιξυνών μ᾽ ἔληθες οὐδ᾽ ἔφαινες, ἀλλά μελόγοις ἀπώλλυς, ἔργ᾽ ἔχων ἥδιστ᾽ ἐμοί; 1360χαῖρ᾽, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·χαῖρ᾽· ἴσθι δ᾽ ὡς μάλιστά σ᾽ ἀνθρώπων ἐγὼἤχθηρα κἀφίλησ᾽ ἐν ἡμέρᾳ μιᾷ.

παιδαγωγοςἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους

πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ᾽ ἴσαι, 1365αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.σφῷν δ᾽ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτινῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη,νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δ᾽ ἐφέξετον,φροντίζεθ᾽ ὡς τούτοις τε καὶ σοφωτέροις 1370ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.

ορεστηςοὐκ ἂν μακρῶν ἔθ᾽ ἡμὶν οὐδὲν ἂν λόγων,

Πυλάδη, τόδ᾽ εἴη τοὔργον, ἀλλ᾽ ὅσον τάχοςχωρεῖν ἔσω, πατρῷα προσκύσανθ᾽ ἕδηθεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε. 1375

ηλεκτραἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε

ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴἀφ᾽ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.νῦν δ᾽, ὦ Λύκει᾽ Ἄπολλον, ἐξ οἵων ἔχωαἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων 1380ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμιατῆς δυσσεβείας οἷα δωροῦνται θεοί.

χοροςἴδεθ᾽ ὅποι προνέμεται

τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης. 1385βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοιμετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,ὥστ᾽ οὐ μακρὰν ἔτ᾽ ἀμμενεῖτοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον. 1390παράγεται γὰρ ἐνέρωνδολιόπους ἀρωγὸς εἴσω στέγας,ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς 1395Ἑρμῆς σφ᾽ ἄγει δόλον σκότῳκρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτ᾽ ἀμμένει.

ηλεκτραὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα

τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.

χοροςπῶς δή; τί νῦν πράσσουσιν;

ηλεκτρα"]}' id="mwDp4">ἡ μὲν ἐς τάφον 1400

λέβητα κοσμεῖ, τὼ δ᾽ ἐφέστατον πέλας.

χοροςσὺ δ᾽ ἐκτὸς ᾖξας πρὸς τί;

ηλεκτρα"]}' id="mwDq8">φρουρήσουσ᾽ ὅπως

Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.

κλυταιμνηστρααἰαῖ. ἰὼ στέγαι

φίλων ἔρημοι, τῶν δ᾽ ἀπολλύντων πλέαι. 1405

ηλεκτραβοᾷ τις ἔνδον· οὐκ ἀκούετ᾽, ὦ φίλαι;

χοροςἤκουσ᾽ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.

κλυταιμνηστραοἴμοι τάλαιν᾽· Αἴγισθε, ποῦ ποτ᾽ ὢν κυρεῖς;

ηλεκτραἰδοὺ μάλ᾽ αὖ θροεῖ τις.

κλυταιμνηστρα"]}' id="mwDt0">ὦ τέκνον, τέκνον, 1410

οἴκτιρε τὴν τεκοῦσαν.

ηλεκτρα"]}' id="mwDuc">ἀλλ᾽ οὐκ ἐκ σέθεν

ᾠκτίρεθ᾽ οὗτος οὐδ᾽ ὁ γεννήσας πατήρ.

χοροςὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι

μοῖρα καθαμερία φθίνει φθίνει.

κλυταιμνηστραὤμοι πέπληγμαι.

ηλεκτρα"]}' id="mwDv8">παῖσον, εἰ σθένεις, διπλῆν. 1415

κλυταιμνηστραὤμοι μάλ᾽ αὖθις.

ηλεκτρα"]}' id="mwDw8">εἰ γὰρ Αἰγίσθῳ θ᾽ ὁμοῦ.

χοροςτελοῦς᾽ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.

παλίῤῥυτον γὰρ αἷμ᾽ ὑπεξαιροῦσι τῶν 1420κτανόντων οἱ πάλαι θανόντες.

χοροςκαὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ

στάζει θυηλῆς Ἄρεος, οὐδ᾽ ἔχω ψέγειν.

ηλεκτραὈρέστα, πῶς κυρεῖτε;

ορεστης"]}' id="mwDzA">τἀν δόμοισι μὲν

καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν. 1425

ηλεκτρατέθνηκεν ἡ τάλαινα;

ορεστης"]}' id="mwD0E">μηκέτ᾽ ἐκφοβοῦ

μητρῷον ὥς σε λῆμ᾽ ἀτιμάσει ποτέ.

ηλεκτρα"]}' id="mwD0o">. . .

. . . . . .

ορεστης . . . . . .

χοροςπαύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.

ορεστης . . . . . .

ηλεκτραὦ παῖδες, οὐκ ἄψοῤῥον;

ορεστης"]}' id="mwD3A">εἰσορᾶτε ποῦ 1430

τὸν ἄνδρ᾽;

ηλεκτρα"]}' id="mwD3o">ἐφ᾽ ἡμῖν οὗτος ἐκ προαστίου

χωρεῖ γεγηθὼς . . .

χοροςβᾶτε κατ᾽ ἀντιθύρων ὅσον τάχιστα,

νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ᾽ ὡς πάλιν.

ορεστηςθάρσει· τελοῦμεν.

ηλεκτρα"]}' id="mwD5I">ᾗ νοεῖς ἔπειγέ νυν. 1435

ορεστηςκαὶ δὴ βέβηκα.

ηλεκτρα"]}' id="mwD6I">τἀνθάδ᾽ ἂν μέλοιτ᾽ ἐμοί.

χοροςδι᾽ ὠτὸς ἂν παῦρά γ᾽ ὡς ἠπίως ἐννέπειν

πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς 1440ὀρούσῃ πρὸς δίκας ἀγῶνα.

αιγισθοςτίς οἶδεν ὑμῶν ποῦ ποθ᾽ οἱ Φωκῆς ξένοι,

οὕς φασ᾽ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίονλελοιπόθ᾽ ἱππικοῖσιν ἐν ναυαγίοις;σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος 1445χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλεινοἶμαι, μάλιστα δ᾽ ἂν κατειδυῖαν φράσαι.

ηλεκτραἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν

ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.

αιγισθοςποῦ δῆτ᾽ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με. 1450

ηλεκτραἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.

αιγισθοςἦ καὶ θανόντ᾽ ἤγγειλαν ὡς ἐτητύμως;

ηλεκτραοὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.

αιγισθοςπάρεστ᾽ ἄρ᾽ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;

ηλεκτραπάρεστι δῆτα, καὶ μάλ᾽ ἄζηλος θέα. 1455

αιγισθοςἦ πολλὰ χαίρειν μ᾽ εἶπας οὐκ εἰωθότως.

ηλεκτραχαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε.

αιγισθοςσιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας

πᾶσιν Μυκηναίοισιν Ἀργείοις θ᾽ ὁρᾶν,ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος 1460ἐξῄρετ᾽ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸνστόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίανἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.

ηλεκτρακαὶ δὴ τελεῖται τἀπ᾽ ἐμοῦ· τῷ γὰρ χρόνῳ

νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν. 1465

αιγισθοςὦ Ζεῦ, δέδορκα φάσμ᾽ ἄνευ φθόνου μὲν οὐ

πεπτωκός· εἰ δ᾽ ἔπεστι νέμεσις, οὐ λέγω.χαλᾶτε πᾶν κάλυμμ᾽ ἀπ᾽ ὀφθαλμῶν, ὅπωςτὸ συγγενές τοι κἀπ᾽ ἐμοῦ θρήνων τύχῃ.

ορεστηςαὐτὸς σὺ βάσταζ᾽· οὐκ ἐμὸν τόδ᾽, ἀλλὰ σόν, 1470

τὸ ταῦθ᾽ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.

αιγισθοςἀλλ᾽ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,

εἴ που κατ᾽ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.

ορεστηςαὕτη πέλας σοῦ· μηκέτ᾽ ἄλλοσε σκόπει.

αιγισθοςοἴμοι, τί λεύσσω;

ορεστης"]}' id="mwEEI">τίνα φοβεῖ; τίν᾽ ἀγνοεῖς; 1475

αιγισθοςτίνων ποτ᾽ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις

πέπτωχ᾽ ὁ τλήμων;

ορεστης"]}' id="mwEFM">οὐ γὰρ αἰσθάνει πάλαι

ζῶντας θανοῦσιν οὕνεκ᾽ ἀνταυδᾷς ἴσα;

αιγισθοςοἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθ᾽ ὅπως

ὅδ᾽ οὐκ Ὀρέστης ἔσθ᾽ ὁ προσφωνῶν ἐμέ. 1480

ορεστηςκαὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.

αιγισθοςὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες

κἂν σμικρὸν εἰπεῖν.

ηλεκτρα"]}' id="mwEHQ">μὴ πέρα λέγειν ἔα

πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων 1485θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;ἀλλ᾽ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθεςταφεῦσιν, ὧν τόνδ᾽ εἰκός ἐστι τυγχάνειν,ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδ᾽ ἂν κακῶνμόνον γένοιτο τῶν πάλαι λυτήριον. 1490

ορεστηςχωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ

νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.

αιγισθοςτί δ᾽ ἐς δόμους ἄγεις με; πῶς, τόδ᾽ εἰ καλὸν

τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;

ορεστηςμὴ τάσσε· χώρει δ᾽ ἔνθαπερ κατέκτανες 1495

πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς.

αιγισθοςἦ πᾶσ᾽ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν

τά τ᾽ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;

ορεστηςτὰ γοῦν ς᾽· ἐγώ σοι μάντις εἰμὶ τῶνδ᾽ ἄκρος.

αιγισθοςἀλλ᾽ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας. 1500

ορεστηςπόλλ᾽ ἀντιφωνεῖς, ἡ δ᾽ ὁδὸς βραδύνεται·

ἀλλ᾽ ἕρφ᾽·

αιγισθος"]}' id="mwEL0">ὑφηγοῦ.

ορεστης"]}' id="mwEMU">σοὶ βαδιστέον πάρος.

αιγισθοςἦ μὴ φύγω σε;

ορεστης"]}' id="mwENQ">μὴ μὲν οὖν καθ᾽ ἡδονὴν

θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.χρῆν δ᾽ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην, 1505ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει,κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.

χοροςὦ σπέρμ᾽ Ἀτρέως, ὡς πολλὰ παθὸν

δι᾽ ἐλευθερίας μόλις ἐξῆλθεςτῇ νῦν ὁρμῇ τελεωθέν. 1510

Comentarios

Cargando comentarios…