Τραχίνιαι

δηιανειρα λόγος μέν ἐστ᾽ ἀρχαῖος ἀνθρώπων φανείς,

ὡς οὐκ ἂν αἰῶν᾽ ἐκμάθοις βροτῶν, πρὶν ἂνθάνῃ τις, οὔτ᾽ εἰ χρηστὸς οὔτ᾽ εἴ τῳ κακός·ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,ἔξοιδ᾽ ἔχουσα δυστυχῆ τε καὶ βαρύν, 5ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέωςναίουσ᾽ ἔτ᾽ ἐν Πλευρῶνι νυμφείων ὄκνονἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,ὅς μ᾽ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός, 10φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ᾽ αἰόλοςδράκων ἑλικτός, ἄλλοτ᾽ ἀνδρείῳ κύτειβούπρῳρος· ἐκ δὲ δασκίου γενειάδοςκρουνοὶ διεῤῥαίνοντο κρηναίου ποτοῦ.τοιόνδ᾽ ἐγὼ μνηστῆρα προσδεδεγμένη 15δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.χρόνῳ δ᾽ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης 20ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνωνοὐκ ἂν διείποιμ᾽· οὐ γὰρ οἶδ᾽· ἀλλ᾽ ὅστις ἦνθακῶν ἀταρβὴς τῆς θέας, ὅδ᾽ ἂν λέγοι·ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳμή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ. 25τέλος δ᾽ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸνξυστᾶσ᾽ ἀεί τιν᾽ ἐκ φόβου φόβον τρέφω,κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγεικαὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον. 30κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμωναἰεὶ τὸν ἄνδρ᾽ ἔπεμπε λατρεύοντά τῳ. 35νῦν δ᾽ ἡνίκ᾽ ἄθλων τῶνδ᾽ ὑπερτελὴς ἔφυ,ἐνταῦθα δὴ μάλιστα ταρβήσασ᾽ ἔχω.ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ᾽ ἀνάστατοιξένῳ παρ᾽ ἀνδρὶ ναίομεν, κεῖνος δ᾽ ὅπου 40βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰςὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.σχεδὸν δ᾽ ἐπίσταμαί τι πῆμ᾽ ἔχοντά νιν·χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ᾽ ἤδη δέκαμῆνας πρὸς ἄλλοις πέντ᾽ ἀκήρυκτος μένει. 45κἀστίν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶδέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰθεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.

θεραπαινα δέσποινα Δῃάνειρα, πολλὰ μέν σ᾽ ἐγὼ

κατεῖδον ἤδη πανδάκρυτ᾽ ὀδύρματα 50τὴν Ἡράκλειον ἔξοδον γοωμένην·νῦν δ᾽, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦνγνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν·πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά, 55μάλιστα δ᾽ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸςνέμοι τιν᾽ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;ἐγγὺς δ᾽ ὅδ᾽ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,ὥστ᾽ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ᾽ ἐμοῖς λόγοις. 60

δηιανειρα ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα

μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴδούλη μέν, εἴρηκεν δ᾽ ἐλεύθερον λόγον.

υλλος ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.

δηιανειρα σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου 65

τὸ μὴ πυθέσθαι ποῦ ᾽στιν, αἰσχύνην φέρειν.

υλλος ἀλλ᾽ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.

δηιανειρα καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;

υλλος τὸν μὲν παρελθόντ᾽ ἄροτον ἐν μήκει χρόνου

Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν. 70

δηιανειρα πᾶν τοίνυν, εἰ καὶ τοῦτ᾽ ἔτλη, κλύοι τις ἄν.

υλλος ἀλλ᾽ ἐξαφεῖται τοῦδέ γ᾽, ὡς ἐγὼ κλύω.

δηιανειρα ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;

υλλος Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν,

ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι. 75

δηιανειρα ἆρ᾽ οἶσθα δῆτ᾽, ὦ τέκνον, ὡς ἔλειπέ μοι

μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;

υλλος τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.

δηιανειρα ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν

ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ᾽ ὕστερον 80τὸν λοιπὸν ἤδη βίοτον εὐαίων᾽ ἔχειν.ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,οὐκ εἶ ξυνέρξων, ἡνίκ᾽ ἢ σεσώσμεθα

κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ᾽ ἅμα; 85

υλλος ἀλλ᾽ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ

βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·νῦν δ᾽ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸςἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.νῦν δ᾽ ὡς ξυνίημ᾽, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ 90πᾶσαν πυθέσθαι τῶνδ᾽ ἀλήθειαν πέρι.

δηιανειρα χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ᾽ εὖ

πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.

χορος ὃν αἰόλα νὺξ ἐναριζομένα

τίκτει κατευνάζει τε, φλογιζόμενον 95Ἅλιον Ἅλιον αἰτῶτοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖςναίει ποτ᾽, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς, 100εἴπ᾽, ὦ κρατιστεύων κατ᾽ ὄμμα.ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαιτὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,οἷά τιν᾽ ἄθλιον ὄρνιν, 105οὔποτ᾽ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλ᾽εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν 110δύστανον ἐλπίζουσαν αἶσαν.πολλὰ γὰρ ὥστ᾽ ἀκάμαντος ἢ νότου ἢ βορέα τιςκύματ᾽ ἂν εὐρέϊ πόντῳ βάντ᾽ ἐπιόντα τ᾽ ἴδοι,οὕτωῥ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δ᾽ αὔξει,βιότου πολύπονον ὥσπερ πέλαγοςΚρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα 120σφε δόμων ἐρύκει.ὧν ἐπιμεμφομένα σ᾽ αἰδοῖα μέν, ἀντία δ᾽ οἴσω.φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν 125χρῆναί σ᾽· ἀνάλγητα γὰρ οὐδ᾽ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας·ἀλλ᾽ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷονἄρκτου στροφάδες κέλευθοι. 130μένει γὰρ οὔτ᾽ αἰόλανὺξ βροτοῖσιν οὔτε κῆρεςοὔτε πλοῦτος, ἀλλ᾽ ἄφαρβέβακε, τῷ δ᾽ ἐπέρχεταιχαίρειν τε καὶ στέρεσθαι. 135ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγωτάδ᾽ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδετέκνοισι Ζῆν᾽ ἄβουλον εἶδεν; 140

δηιανειρα πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει

πάθημα τοὐμόν· ὡς δ᾽ ἐγὼ θυμοφθορῶ,μήτ᾽ ἐκμάθοις παθοῦσα νῦν τ᾽ ἄπειρος εἶ.τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεταιχώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ 145οὐδ᾽ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,ἀλλ᾽ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίονἐς τοῦθ᾽ ἕως τις ἀντὶ παρθένου γυνὴκληθῇ λάβῃ τ᾽ ἐν νυκτὶ φροντίδων μέρος,ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη. 150τότ᾽ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶνπρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.πάθη μὲν οὖν δὴ πόλλ᾽ ἔγωγ᾽ ἐκλαυσάμην·ἓν δ᾽, οἷον οὔπω πρόσθεν, αὐτίκ᾽ ἐξερῶ.ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ 155ὡρμᾶτ᾽ ἀπ᾽ οἴκων Ἡρακλῆς, τότ᾽ ἐν δόμοιςλείπει παλαιὰν δέλτον ἐγγεγραμμένηνξυνθήμαθ᾽, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,ἀλλ᾽ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος. 160νῦν δ᾽ ὡς ἔτ᾽ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τιχρείη μ᾽ ἑλέσθαι κτῆσιν εἶπε δ᾽ ἣν τέκνοιςμοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,χρόνον προτάξας ὡς τρίμηνον ἡνίκαχώρας ἀπείη κἀνιαύσιον βεβώς, 165τότ᾽ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳἢ τοῦθ᾽ ὑπεκδραμόντα τοῦ χρόνου τέλοςτὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.τοιαῦτ᾽ ἔφραζε πρὸς θεῶν εἱμαρμένατῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, 170ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτεΔωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνουτοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·ὥσθ᾽ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ 175φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένεινπάντων ἀρίστου φωτὸς ἐστερημένην.

χορος εὐφημίαν νῦν ἴσχ᾽· ἐπεὶ καταστεφῆ

στείχονθ᾽ ὁρῶ τιν᾽ ἄνδρα πρὸς χαρὰν λόγων.

αγγελος δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων 180

ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκονκαὶ ζῶντ᾽ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχηςἄγοντ᾽ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.

δηιανειρα τίν᾽ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;

αγγελος τάχ᾽ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν 185

ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.

δηιανειρα καὶ τοῦ τόδ᾽ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;

αγγελος ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ

Λίχας ὁ κῆρυξ ταῦτα· τοῦδ᾽ ἐγὼ κλύων 190ἀπῇξ᾽, ὅπως τοι πρῶτος ἀγγείλας τάδεπρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.

δηιανειρα αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;

αγγελος οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.

κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς 195κρίνει παραστάς, οὐδ᾽ ἔχει βῆναι πρόσω·τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλωνοὐκ ἂν μεθεῖτο, πρὶν καθ᾽ ἡδονὴν κλύειν.οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲξύνεστιν· ὄψει δ᾽ αὐτὸν αὐτίκ᾽ ἐμφανῆ.

δηιανειρα ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν᾽ ἔχεις, 200

ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.φωνήσατ᾽, ὦ γυναῖκες, αἵ τ᾽ εἴσω στέγηςαἵ τ᾽ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ᾽ ἐμοὶφήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.

χορος ἀνολολυξάτω δόμοις ἐφεστίοις 205

ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲκοινὸς ἀρσένων ἴτωκλαγγὰ τὸν εὐφαρέτρανἈπόλλω προστάταν· ὁμοῦ δὲπαιᾶνα παιᾶν᾽ ἀνάγετ᾽, ὦ παρθένοι, 210βοᾶτε τὰν ὁμόσπορονἌρτεμιν Ὀρτυγίανἐλαφαβόλον ἀμφίπυρον,γείτονάς τε Νύμφας.ἀείρομαι οὐδ᾽ ἀπώσομαι 215τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.ἰδού μ᾽ ἀναταράσσει,εὐοῖ μ᾽,ὁ κισσὸς ἄρτι βακχίανὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν. 220ἴδ᾽, ὦ φίλα γύναι,τάδ᾽ ἀντίπρῳρα δή σοιβλέπειν πάρεστ᾽ ἐναργῆ.

δηιανειρα ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ᾽ ὄμματος 225

φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳπολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.

λιχας ἀλλ᾽ εὖ μὲν ἵγμεθ᾽, εὖ δὲ προσφωνούμεθα,

γύναι, κατ᾽ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς 230πράσσοντ᾽ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.

δηιανειρα ὦ φίλτατ᾽ ἀνδρῶν, πρῶθ᾽ ἃ πρῶτα βούλομαι

δίδαξον, εἰ ζῶνθ᾽ Ἡρακλῆ προσδέξομαι.

λιχας ἔγωγέ τοι σφ᾽ ἔλειπον ἰσχύοντά τε

καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. 235

δηιανειρα ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.

λιχας ἀκτή τις ἔστ᾽ Εὐβοιίς, ἔνθ᾽ ὁρίζεται

βωμοὺς τέλη τ᾽ ἔγκαρπα Κηναίῳ Διί.

δηιανειρα εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;

λιχας εὐχαῖς ὅθ᾽ ᾕρει τῶνδ᾽ ἀνάστατον δορὶ 240

χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.

δηιανειρα αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ᾽ εἰσὶ καὶ τίνες;

οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.

λιχας ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν

ἐξείλεθ᾽ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. 245

δηιανειρα ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον

χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;

λιχας οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον

κατείχεθ᾽, ὥς φησ᾽ αὐτός, οὐκ ἐλεύθερος,ἀλλ᾽ ἐμποληθείς· τοῦ λόγου δ᾽ οὐ χρὴ φθόνον, 250γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼνὥσθ᾽ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν, 255ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθουςξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.κοὐχ ἡλίωσε τοὔπος, ἀλλ᾽ ὅθ᾽ ἁγνὸς ἦν,στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιντὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον 260μόνον βροτῶν ἔφασκε τοῦδ᾽ εἶναι πάθους·ὃς αὐτὸν ἐλθόντ᾽ ἐς δόμους ἐφέστιον,ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοιςἐπεῤῥόθησε, πολλὰ δ᾽ ἀτηρᾷ φρενί,λέγων χεροῖν μὲν ὡς ἄφυκτ᾽ ἔχων βέλη 265τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρουῥαίοιτο· δείπνοις δ᾽ ἡνίκ᾽ ἦν ᾠνωμένος,ἔῤῥιψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,ὡς ἵκετ᾽ αὖθις Ἴφιτος Τιρυνθίαν 270πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,τότ᾽ ἄλλοσ᾽ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦνἔχοντ᾽, ἀπ᾽ ἄκρας ἧκε πυργώδους πλακός.ἔργου δ᾽ ἕκατι τοῦδε μηνίσας ἄναξὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος 275πρατόν νιν ἐξέπεμψεν οὐδ᾽ ἠνέσχετο,ὁθούνεκ᾽ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες. 280κεῖνοι δ᾽ ὑπερχλίοντες ἐκ γλώσσης κακῆςαὐτοὶ μὲν Ἅιδου πάντες εἴσ᾽ οἰκήτορες,πόλις δὲ δούλη· τάσδε δ᾽ ἅσπερ εἰσορᾷςἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίονχωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς 285ἐφεῖτ᾽, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.αὐτὸν δ᾽ ἐκεῖνον, εὖτ᾽ ἂν ἁγνὰ θύματαῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγουπολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν. 290

χορος ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,

τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.

δηιανειρα πῶς δ᾽ οὐκ ἐγὼ χαίροιμ᾽ ἄν, ἀνδρὸς εὐτυχῆ

κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;πολλή ᾽στ᾽ ἀνάγκη τῇδε τοῦτο συντρέχειν. 295ὅμως δ᾽ ἔνεστι τοῖσιν εὖ σκοπουμένοιςταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένηςχώρας ἀοίκους ἀπάτοράς τ᾽ ἀλωμένας, 300αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσωςἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.ὦ Ζεῦ τροπαῖε, μή ποτ᾽ εἰσίδοιμί σεπρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,μηδ᾽, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι. 305οὕτως ἐγὼ δέδοικα τάσδ᾽ ὁρωμένη.ὦ δυστάλαινα, τίς ποτ᾽ εἶ νεανίδων;ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσινπάντων ἄπειρος τῶνδε, γενναία δέ τις.Λίχα, τίνος ποτ᾽ ἐστὶν ἡ ξένη βροτῶν; 310τίς ἡ τεκοῦσα, τίς δ᾽ ὁ φιτύσας πατήρ;ἔξειπ᾽· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισαβλέπουσ᾽, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.

λιχας τί δ᾽ οἶδ᾽ ἐγώ, τί δ᾽ ἄν με καὶ κρίνοις; ἴσως

γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις. 315

δηιανειρα μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;

λιχας οὐκ οἶδα· καὶ γὰρ οὐδ᾽ ἀνιστόρουν μακράν.

δηιανειρα οὐδ᾽ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;

λιχας ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.

δηιανειρα εἴπ᾽, ὦ τάλαιν᾽, ἀλλ᾽ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ 320

καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ᾽ ἥτις εἶ.

λιχας οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου

χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰπρούφηνεν οὔτε μείζον᾽ οὔτ᾽ ἐλάσσονα,ἀλλ᾽ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος 325δακρυῤῥοεῖ δύστηνος, ἐξ ὅτου πάτρανδιήνεμον λέλοιπεν· ἡ δέ τοι τύχηκακὴ μὲν αὐτῇ γ᾽, ἀλλὰ συγγνώμην ἔχει.

δηιανειρα ἡ δ᾽ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας

οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς 330τοῖς οὖσιν ἄλλην πρός γ᾽ ἐμοῦ λύπην λάβῃ·ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματαχωρῶμεν ἤδη πάντες, ὡς σύ θ᾽ οἷ θέλειςσπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.

αγγελος αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ᾽, ὅπως 335

μάθῃς ἄνευ τῶνδ᾽, οὕστινάς τ᾽ ἄγεις ἔσω,ὧν τ᾽ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·τούτων ἔχω γὰρ πάντ᾽ ἐπιστήμην ἐγώ.

δηιανειρα τί δ᾽ ἐστί; τοῦ με τήνδ᾽ ἐφίστασαι βάσιν;

αγγελος σταθεῖσ᾽ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος 340

μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.

δηιανειρα πότερον ἐκείνους δῆτα δεῦρ᾽ αὖθις πάλιν

καλῶμεν, ἢ ᾽μοὶ ταῖσδέ τ᾽ ἐξειπεῖν θέλεις;

αγγελος σοὶ ταῖσδέ τ᾽ οὐδὲν εἴργεται, τούτους δ᾽ ἔα.

δηιανειρα καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω. 345

αγγελος ἁνὴρ ὅδ᾽ οὐδὲν ὧν ἔλεξεν ἀρτίως

φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ᾽ ἢ νῦν κακὸςἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.

δηιανειρα τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.

ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ᾽ ἔχει. 350

αγγελος τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ᾽ ἐγώ,

πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρηςταύτης ἕκατι κεῖνος Εὔρυτόν θ᾽ ἕλοιτήν θ᾽ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νινμόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, 355οὐ τἀπὶ Λυδοῖς οὐδ᾽ ὑπ᾽ Ὀμφάλῃ πόνωνλατρεύματ᾽ οὐδ᾽ ὁ ῥιπτὸς Ἰφίτου μόρος·ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.ἀλλ᾽ ἡνίκ᾽ οὐκ ἔπειθε τὸν φυτοσπόροντὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, 360ἔγκλημα μικρὸν αἰτίαν θ᾽ ἑτοιμάσαςἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗτὸν Εὔρυτον τόνδ᾽ εἶπε δεσπόζειν θρόνων,κτείνει τ᾽ ἄνακτα πατέρα τῆσδε καὶ πόλινἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους 365ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,οὐδ᾽ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·οὐδ᾽ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,δέσποιν᾽, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. 370καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίωνἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,ὥστ᾽ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,οὐχ ἥδομαι, τὸ δ᾽ ὀρθὸν ἐξείρηχ᾽ ὅμως.

δηιανειρα οἴμοι τάλαινα, ποῦ ποτ᾽ εἰμὶ πράγματος; 375

τίν᾽ εἰσδέδεγμαι πημονὴν ὑπόστεγονλαθραῖον; ὦ δύστηνος· ἆρ᾽ ἀνώνυμοςπέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;

αγγελος ἦ κάρτα λαμπρὰ καὶ κατ᾽ ὄνομα καὶ φύσιν,

πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ 380Ἰόλη ᾽καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰβλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.

χορος ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ

λαθραῖ᾽ ὃς ἀσκεῖ μὴ πρέποντ᾽ αὐτῷ κακά.

δηιανειρα τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις 385

τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.

χορος πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ᾽ ἂν σαφῆ

λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.

δηιανειρα ἀλλ᾽ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.

αγγελος ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν; 390

δηιανειρα μίμν᾽, ὡς ὅδ᾽ ἀνὴρ οὐκ ἐμῶν ὑπ᾽ ἀγγέλων,

ἀλλ᾽ αὐτόκλητος ἐκ δόμων πορεύεται.

λιχας τί χρή, γύναι, μολόντα μ᾽ Ἡρακλεῖ λέγειν;

δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.

δηιανειρα ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν 395

ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.

λιχας ἀλλ᾽ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ᾽ ἐγώ.

δηιανειρα ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;

λιχας ἴστω μέγας Ζεύς, ὧν γ᾽ ἂν ἐξειδὼς κυρῶ.

δηιανειρα τίς ἡ γυνὴ δῆτ᾽ ἐστὶν ἣν ἥκεις ἄγων; 400

λιχας Εὐβοιίς· ὧν δ᾽ ἔβλαστεν οὐκ ἔχω λέγειν.

αγγελος οὗτος, βλέφ᾽ ὧδε· πρὸς τίν᾽ ἐννέπειν δοκεῖς;

λιχας σὺ δ᾽ εἰς τί δή με τοῦτ᾽ ἐρωτήσας ἔχεις;

αγγελος τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ᾽ ἱστορῶ.

λιχας πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως 405

κόρην δάμαρτά θ᾽ Ἡρακλέους, εἰ μὴ κυρῶλεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.

αγγελος τοῦτ᾽ αὔτ᾽ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις

δέσποιναν εἶναι τήνδε σήν;

λιχας "]}' id="mwA90"> δίκαια γάρ.

αγγελος τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην, 410

ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;

λιχας πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;

αγγελος οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.

λιχας ἄπειμι· μῶρος δ᾽ ἦ πάλαι κλύων σέθεν.

αγγελος οὔ, πρίν γ᾽ ἂν εἴπῃς ἱστορούμενος βραχύ. 415

λιχας λέγ᾽, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

αγγελος τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους,

κάτοισθα δήπου;

λιχας "]}' id="mwBBo"> φημί· πρὸς τί δ᾽ ἱστορεῖς;

αγγελος οὔκουν σὺ ταύτην, ἣν ὑπ᾽ ἀγνοίας ὁρᾷς,

Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν; 420

λιχας ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν

σοὶ μαρτυρήσει ταῦτ᾽ ἐμοῦ κλύειν πάρα;

αγγελος πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων

ἀγορᾷ πολύς σου ταῦτά γ᾽ εἰσήκουσ᾽ ὄχλος.

λιχας ναί·

κλύειν γ᾽ ἔφασκον· ταὐτὸ δ᾽ οὐχὶ γίγνεται 425δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.

αγγελος ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων

δάμαρτ᾽ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;

λιχας ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη

δέσποινα, τόνδε τίς ποτ᾽ ἐστὶν ὁ ξένος. 430

αγγελος ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ

πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδίαπέρσειεν αὐτήν, ἀλλ᾽ ὁ τῆσδ᾽ ἔρως φανείς.

λιχας ἅνθρωπος, ὦ δέσποιν᾽, ἀποστήτω· τὸ γὰρ

νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος. 435

δηιανειρα μή, πρός σε τοῦ κατ᾽ ἄκρον Οἰταῖον νάπος

Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇοὐδ᾽ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτιχαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί. 440Ἔρωτι μέν νυν ὅστις ἀντανίσταταιπύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,κἀμοῦ γε· πῶς δ᾽ οὐ χἀτέρας οἵας γ᾽ ἐμοῦ;ὥστ᾽ εἴ τι τὠμῷ τ᾽ ἀνδρὶ τῇδε τῇ νόσῳ 445ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳτοῦ μηδὲν αἰσχροῦ μηδ᾽ ἐμοὶ κακοῦ τινος.οὐκ ἔστι ταῦτ᾽· ἀλλ᾽ εἰ μὲν ἐκ κείνου μαθὼνψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις. 450εἰ δ᾽ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅτανθέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.ἀλλ᾽ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται· 455πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσ᾽ ἐμοί.κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶτὸ μὴ πυθέσθαι, τοῦτό μ᾽ ἀλγύνειεν ἄν·τὸ δ᾽ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέραςπλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή; 460κοὔπω τις αὐτῶν ἔκ γ᾽ ἐμοῦ λόγον κακὸνἠνέγκατ᾽ οὐδ᾽ ὄνειδος· ἥδε τ᾽ οὐδ᾽ ἂν εἰκάρτ᾽ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ᾽ ἐγὼᾤκτιρα δὴ μάλιστα προσβλέψασ᾽, ὅτιτὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν, 465καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμοροςἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲνῥείτω κατ᾽ οὖρον· σοὶ δ᾽ ἐγὼ φράζω κακὸνπρὸς ἄλλον εἶναι, πρὸς δ᾽ ἔμ᾽ ἀψευδεῖν ἀεί.

χορος πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ 470

γυναικὶ τῇδε κἀπ᾽ ἐμοῦ κτήσει χάριν.

λιχας ἀλλ᾽, ὦ φίλη δέσποιν᾽, ἐπεί σε μανθάνω

θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει. 475ταύτης ὁ δεινὸς ἵμερός ποθ᾽ Ἡρακλῆδιῆλθε, καὶ τῆσδ᾽ εἵνεχ᾽ ἡ πολύφθοροςκαθῃρέθη πατρῷος Οἰχαλία δόρει.καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,οὔτ᾽ εἶπε κρύπτειν οὔτ᾽ ἀπηρνήθη ποτέ, 480ἀλλ᾽ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸνμὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,ἥμαρτον, εἴ τι τήνδ᾽ ἁμαρτίαν νέμεις.ἐπεί γε μὲν δὴ πάντ᾽ ἐπίστασαι λόγον,κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν 485καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,οὓς εἶπας ἐς τήνδ᾽, ἐμπέδως εἰρηκέναι·ὡς τἄλλ᾽ ἐκεῖνος πάντ᾽ ἀριστεύων χεροῖντοῦ τῆσδ᾽ ἔρωτος εἰς ἅπανθ᾽ ἥσσων ἔφυ.

δηιανειρα ἀλλ᾽ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, 490

κοὔτοι νόσον γ᾽ ἐπακτὸν ἐξαρούμεθα,θεοῖσι δυσμαχοῦντες. ἀλλ᾽ εἴσω στέγηςχωρῶμεν, ὡς λόγων τ᾽ ἐπιστολὰς φέρῃς,ἅ τ᾽ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,καὶ ταῦτ᾽ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε 495χωρεῖν προσελθόνθ᾽ ὧδε σὺν πολλῷ στόλῳ.

χορος μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.

καὶ τὰ μὲν θεῶνπαρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω, 500οὐδὲ τὸν ἔννυχον Ἅιδανἢ Ποσειδάωνα τινάκτορα γαίας·ἀλλ᾽ ἐπὶ τάνδ᾽ ἄρ᾽ ἄκοιτιντίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων, 505τίνες πάμπληκτα παγκόνιτά τ᾽ ἐξῆλθον ἄεθλ᾽ ἀγώνων;

ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρουφάσμα ταύρου,Ἀχελῷος ἀπ᾽ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ 510ἦλθε παλίντονα Θήβαςτόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,παῖς Διός· οἳ τότ᾽ ἀολλεῖςἴσαν ἐς μέσον ἱέμενοι λεχέων·μόνα δ᾽ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυν- 515οῦσα.

τότ᾽ ἦν χερός, ἦν δὲ τόξων πάταγος,ταυρείων τ᾽ ἀνάμιγδα κεράτων·ἦν δ᾽ ἀμφίπλεκτοι κλίμακες, 520ἦν δὲ μετώπων ὀλόενταπλήγματα, καὶ στόνος ἀμφοῖν.ἁ δ᾽ εὐῶπις ἁβρὰτηλαυγεῖ παρ᾽ ὄχθῳἧστο, τὸν ὃν προσμένουσ᾽ ἀκοίταν. 525† ἀγὼν δὲ μαργᾷ † μὲν οἷα φράζω·τὸ δ᾽ ἀμφινείκητον ὄμμα νύμφαςἐλεινὸν ἀμμένει·κἀπὸ ματρὸς ἄφαρ βέβακεν,ὥστε πόρτις ἐρήμα. 530

δηιανειρα ἦμος, φίλαι, κατ᾽ οἶκον ὁ ξένος θροεῖ

ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ᾽ ἐξόδῳ,τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,τὰ δ᾽ οἷα πάσχω συγκατοικτιουμένη. 535κόρην γάρ, οἶμαι δ᾽ οὐκέτ᾽, ἀλλ᾽ ἐζευγμένην,παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.καὶ νῦν δύ᾽ οὖσαι μίμνομεν μιᾶς ὑπὸχλαίνης ὑπαγκάλισμα. τοιάδ᾽ Ἡρακλῆς, 540ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,οἰκούρι᾽ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαινοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·τὸ δ᾽ αὖ ξυνοικεῖν τῇδ᾽ ὁμοῦ τίς ἂν γυνὴ 545δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖὀφθαλμὸς ἄνθος, τῶν δ᾽ ὑπεκτρέπει πόδα.ταῦτ᾽ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς 550ἐμὸς καλῆται, τῆς νεωτέρας δ᾽ ἀνήρ.ἀλλ᾽ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸνγυναῖκα νοῦν ἔχουσαν· ᾗ δ᾽ ἔχω, φίλαι,λυτήριον λώφημα, τῇδ᾽ ὑμῖν φράσω.ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ 555θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,ὃ παῖς ἔτ᾽ οὖσα τοῦ δασυστέρνου παρὰΝέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,ὃς τὸν βαθύῤῥουν ποταμὸν Εὔηνον βροτοὺςμισθοῦ ᾽πόρευε χερσίν, οὔτε πομπίμοις 560κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλονξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,φέρων ἐπ᾽ ὤμοις, ἡνίκ᾽ ἦ μέσῳ πόρῳ,ψαύει ματαίαις χερσίν· ἐκ δ᾽ ἤυσ᾽ ἐγώ, 565χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖνἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμοναςστέρνων διεῤῥοίζησεν. ἐκθνῄσκων δ᾽ ὁ θὴρτοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως,τοσόνδ᾽ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, 570πορθμῶν, ὁθούνεχ᾽ ὑστάτην σ᾽ ἔπεμψ᾽ ἐγώ·ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶνσφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλουςἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,ἔσται φρενός σοι τοῦτο κηλητήριον 575τῆς Ἡρακλείας, ὥστε μήτιν᾽ εἰσιδὼνστέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.τοῦτ᾽ ἐννοήσασ᾽, ὦ φίλαι, δόμοις γὰρ ἦνκείνου θανόντος ἐγκεκλῃμένον καλῶς,χιτῶνα τόνδ᾽ ἔβαψα, προσβαλοῦσ᾽ ὅσα 580ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.κακὰς δὲ τόλμας μήτ᾽ ἐπισταίμην ἐγὼμήτ᾽ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ·φίλτροις δ᾽ ἐάν πως τήνδ᾽ ὑπερβαλώμεθατὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ᾽ Ἡρακλεῖ, 585μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶπράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.

χορος ἀλλ᾽ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,

δοκεῖς παρ᾽ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.

δηιανειρα οὕτως ἔχει γ᾽ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν 590

ἔνεστι, πείρᾳ δ᾽ οὐ προσωμίλησά πω·

χορος ἀλλ᾽ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ᾽ εἰ δοκεῖς

ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.

δηιανειρα ἀλλ᾽ αὐτίκ᾽ εἰσόμεσθα, τόνδε γὰρ βλέπω

θυραῖον ἤδη· διὰ τάχους δ᾽ ἐλεύσεται. 595μόνον παρ᾽ ὑμῶν εὖ στεγοίμεθ᾽· ὡς σκότῳκἂν αἰσχρὰ πράσσῃς, οὔποτ᾽ αἰσχύνῃ πεσεῖ.

λιχας τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,

ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.

δηιανειρα ἀλλ᾽ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, 600

ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,δώρημ᾽ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.διδοὺς δὲ τόνδε φράζ᾽ ὅπως μηδεὶς βροτῶνκείνου πάροιθεν ἀμφιδύσεται χροΐ, 605μηδ᾽ ὄψεταί νιν μήτε φέγγος ἡλίουμήθ᾽ ἕρκος ἱερὸν μήτ᾽ ἐφέστιον σέλας,πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶςδείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.οὕτω γὰρ ηὔγμην, εἴ ποτ᾽ αὐτὸν ἐς δόμους 610ἴδοιμι σωθέντ᾽ ἢ κλύοιμι πανδίκως,στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖςθυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.καὶ τῶνδ᾽ ἀποίσεις σῆμ᾽, ὃ κεῖνος εὐμαθὲςσφραγῖδος ἕρκει τῷδ᾽ ἐπὸν μαθήσεται. 615ἀλλ᾽ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,τὸ μὴ ᾽πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·ἔπειθ᾽ ὅπως ἂν ἡ χάρις κείνου τέ σοικἀμοῦ ξυνελθοῦσ᾽ ἐξ ἁπλῆς διπλῆ φανῇ.

λιχας ἀλλ᾽ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην 620

βέβαιον, οὔ τι μὴ σφαλῶ γ᾽ ἐν σοί ποτε,τὸ μὴ οὐ τόδ᾽ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.

δηιανειρα στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι

τά γ᾽ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει. 625

λιχας ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.

δηιανειρα ἀλλ᾽ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν

προσδέγματ᾽, αὐτὴν ὡς ἐδεξάμην φίλως.

λιχας ὥστ᾽ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.

δηιανειρα τί δῆτ᾽ ἂν ἄλλο γ᾽ ἐννέποις; δέδοικα γὰρ 630

μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.

χορος ὦ ναύλοχα καὶ πετραῖα

θερμὰ λουτρὰ καὶ πάγουςΟἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρλίμναν 635χρυσαλακάτου τ᾽ ἀκτὰν κόρας,ἔνθ᾽ Ἑλλάνων ἀγοραὶΠυλάτιδες κλέονται·

ὁ καλλιβόας τάχ᾽ ὑμῖν 640αὐλὸς οὐκ ἀναρσίανἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.ὁ γὰρ Διὸς Ἀλκμήνας κόροςσοῦται πάσας ἀρετᾶς 645λάφυρ᾽ ἔχων ἐπ᾽ οἴκους·

ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,δυοκαιδεκάμηνον ἀμμένουσαιχρόνον, πελάγιον, ἴδριες οὐδέν·ἁ δέ οἱ φίλα δάμαρ 650τάλαιναν δυστάλαινα καρδίανπάγκλαυτος αἰὲν ὤλλυτο·νῦν δ᾽ Ἄρης οἰστρηθεὶςἐξέλυσ᾽ ἐπίπονον ἁμέραν.

ἀφίκοιτ᾽ ἀφίκοιτο· μὴ σταίη 655πολύκωπον ὄχημα ναὸς αὐτῷ,πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,νασιῶτιν ἑστίανἀμείψας, ἔνθα κλῄζεται θυτήρ·ὅθεν μόλοι πανίμερος, 660τᾶς πειθοῦς παγχρίστῳ†συγκραθεὶς ἐπὶ προφάσει φάρους.

δηιανειρα γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω

πεπραγμέν᾽ ᾖ μοι πάνθ᾽ ὅσ᾽ ἀρτίως ἔδρων.

χορος τί δ᾽ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως; 665

δηιανειρα οὐκ οἶδ᾽· ἀθυμῶ δ᾽, εἰ φανήσομαι τάχα

κακὸν μέγ᾽ ἐκπράξασ᾽ ἀπ᾽ ἐλπίδος καλῆς.

χορος οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;

δηιανειρα μάλιστά γ᾽, ὥστε μήποτ᾽ ἂν προθυμίαν

ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν. 670

χορος δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.

δηιανειρα τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,

γυναῖκες, ὑμᾶς θαῦμ᾽ ἀνέλπιστον μαθεῖν.ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίωςἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος, 675τοῦτ᾽ ἠφάνισται διάβορον πρὸς οὐδενὸςτῶν ἔνδον, ἀλλ᾽ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,καὶ ψῇ κατ᾽ ἄκρας σπιλάδος· ὡς δ᾽ εἰδῇς ἅπαν,ᾗ τοῦτ᾽ ἐπράχθη, μείζον᾽ ἐκτενῶ λόγον.ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν 680πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατοπαρῆκα θεσμῶν οὐδέν, ἀλλ᾽ ἐσῳζόμηνχαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.καί μοι τάδ᾽ ἦν πρόῤῥητα καὶ τοιαῦτ᾽ ἔδρων·τὸ φάρμακον τοῦτ᾽ ἄπυρον ἀκτῖνός τ᾽ ἀεὶ 685θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.κἄδρων τοιαῦτα. νῦν δ᾽, ὅτ᾽ ἦν ἐργαστέον,ἔχρισα μὲν κατ᾽ οἶκον ἐν δόμοις κρυφῇμαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, 690κἄθηκα συμπτύξασ᾽ ἀλαμπὲς ἡλίουκοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.εἴσω δ᾽ ἀποστείχουσα δέρκομαι φάτινἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως 695τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,ἀκτῖν᾽ ἐς ἡλιῶτιν· ὡς δ᾽ ἐθάλπετο,ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,μορφῇ μάλιστ᾽ εἰκαστὸν ὥστε πρίονοςἐκβρώματ᾽ ἂν βλέψειας ἐν τομῇ ξύλου. 700τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθενπρούκειτ᾽, ἀναζέουσι θρομβώδεις ἀφροί,γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦχυθέντος εἰς γῆν Βακχίας ἀπ᾽ ἀμπέλου.ὥστ᾽ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω· 705ὁρῶ δέ μ᾽ ἔργον δεινὸν ἐξειργασμένην.πόθεν γὰρ ἄν ποτ᾽, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρἐμοὶ παρέσχ᾽ εὔνοιαν, ἧς ἔθνῃσχ᾽ ὕπερ;οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντ᾽ ἀποφθίσαιχρῄζων ἔθελγέ μ᾽· ὧν ἐγὼ μεθύστερον, 710ὅτ᾽ οὐκέτ᾽ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαιγνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·τὸν γὰρ βαλόντ᾽ ἄτρακτον οἶδα καὶ θεὸνΧείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ, 715φθείρει τὰ πάντα κνώδαλ᾽· ἐκ δὲ τοῦδ᾽ ὅδεσφαγῶν διελθὼν ἰὸς αἵματος μέλαςπῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα· 720ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.

χορος ταρβεῖν μὲν ἔργα δείν᾽ ἀναγκαίως ἔχει,

τὴν δ᾽ ἐλπίδ᾽ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.

δηιανειρα οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν 725

οὐδ᾽ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.

χορος ἀλλ᾽ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ᾽ξ ἑκουσίας

ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.

δηιανειρα τοιαῦτα δ᾽ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ

κοινωνός, ἀλλ᾽ ᾧ μηδέν ἐστ᾽ οἴκοι βαρύ. 730

χορος σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,

εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶπάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.

υλλος ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σ᾽ ἓν εἱλόμην,

ἢ μηκέτ᾽ εἶναι ζῶσαν, ἢ σεσωσμένην 735ἄλλου κεκλῆσθαι μητέρ᾽, ἢ λῴους φρέναςτῶν νῦν παρουσῶν τῶνδ᾽ ἀμείψασθαί ποθεν.

δηιανειρα τί δ᾽ ἐστίν, ὦ παῖ, πρός γ᾽ ἐμοῦ στυγούμενον;

υλλος τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ᾽ ἐμὸν λέγω

πατέρα, κατακτείνασα τῇδ᾽ ἐν ἡμέρᾳ. 740

δηιανειρα οἴμοι, τιν᾽ ἐξήνεγκας, ὦ τέκνον, λόγον;

υλλος ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ

φανθὲν τίς ἂν δύναιτ᾽ ἂν ἀγένητον ποεῖν;

δηιανειρα πῶς εἶπας, ὦ παῖ; τοῦ παρ᾽ ἀνθρώπων μαθὼν

ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής; 745

υλλος αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν

πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.

δηιανειρα ποῦ δ᾽ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;

υλλος εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.

ὅθ᾽ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν, 750νίκης ἄγων τροπαῖα κἀκροθίνια,ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρονΚήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶβωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·οὗ νιν τὰ πρῶτ᾽ ἐσεῖδον ἄσμενος πόθῳ. 755μέλλοντι δ᾽ αὐτῷ πολυθύτους τεύχειν σφαγὰςκῆρυξ ἀπ᾽ οἴκων ἵκετ᾽ οἰκεῖος Λίχας,τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,ταυροκτονεῖ μὲν δώδεκ᾽ ἐντελεῖς ἔχων 760λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθ᾽ ὁμοῦἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο·ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο 765φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεταιπλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,χιτὼν ἅπαν κατ᾽ ἄρθρον· ἦλθε δ᾽ ὀστέωνἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας 770ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.ἐνταῦθα δὴ ᾽βόησε τὸν δυσδαίμοναΛίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·ὁ δ᾽ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης 775δώρημ᾽ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνοςσπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται,ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν· 780κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσουκρατὸς διασπαρέντος αἵματός θ᾽ ὁμοῦ.ἅπας δ᾽ ἀνηυφήμησεν οἰμωγῇ λεώς,τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν. 785ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,βοῶν, ἰύζων· ἀμφὶ δ᾽ ἐκτύπουν πέτραι,Λοκρῶν τ᾽ ὄρειοι πρῶνες Εὐβοίας τ᾽ ἄκραι.ἐπεὶ δ᾽ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶῥίπτων ἑαυτόν, πολλὰ δ᾽ οἰμωγῇ βοῶν, 790τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενοςσοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμονοἷον κατακτήσαιτο λυμαντὴν βίου,τότ᾽ ἐκ προσέδρου λιγνύος διάστροφονὀφθαλμὸν ἄρας εἶδέ μ᾽ ἐν πολλῷ στρατῷ 795δακρυῤῥοοῦντα, καί με προσβλέψας καλεῖ·ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,μηδ᾽ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·ἀλλ᾽ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲςἐνταῦθ᾽ ὅπου με μή τις ὄψεται βροτῶν· 800εἰ δ᾽ οἶκτον ἴσχεις, ἀλλά μ᾽ ἔκ γε τῆσδε γῆςπόρθμευσον ὡς τάχιστα, μηδ᾽ αὐτοῦ θάνω.τοσαῦτ᾽ ἐπισκήψαντος, ἐν μέσῳ σκάφειθέντες σφε πρὸς γῆν τήνδ᾽ ἐκέλσαμεν μόλιςβρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα 805ἢ ζῶντ᾽ ἐσόψεσθ᾽ ἢ τεθνηκότ᾽ ἀρτίως.τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ᾽ ἐμῷκαὶ δρῶσ᾽ ἐλήφθης, ὧν σε ποίνιμος Δίκητίσαιτ᾽ Ἐρινύς τ᾽. εἰ θέμις δ᾽, ἐπεύχομαι·θέμις δ᾽, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες, 810πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶκτείνασ᾽, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.

χορος τί σῖγ᾽ ἀφέρπεις; οὐ κάτοισθ᾽ ὁθούνεκα

ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;

υλλος ἐᾶτ᾽ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν 815

αὐτῇ γένοιτ᾽ ἄπωθεν ἑρπούσῃ καλός.ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφεινμητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;ἀλλ᾽ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣντὠμῷ δίδωσι πατρί, τήνδ᾽ αὐτὴ λάβοι. 820

χορος ἴδ᾽ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ

τοὔπος τὸ θεοπρόπον ἡμῖντᾶς παλαιφάτου προνοίας,ὅ τ᾽ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροιδωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων 825τῷ Διὸς αὐτόπαιδι· καὶ τάδ᾽ ὀρθῶςἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσωνἔτι ποτ᾽ ἔτ᾽ ἐπίπονον < πόνων > ἔχοι θανὼν λα-τρείαν; 830

εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳχρίει δολοποιὸς ἀνάγκαπλευρά, προστακέντος ἰοῦ,ὃν τέκετο θάνατος, ἔτρεφε δ᾽ αἰόλος δράκων,πῶς ὅδ᾽ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι, 835δεινοτάτῳ μὲν ὕδρας προστετακὼςφάσματι; μελαγχαίτα δ᾽ ἄμμιγά νιν αἰκίζειΝέσσου ὑποφόνια δολιόμυθα κέντρ᾽ ἐπιζέσαντα. 840

ὧν ἅδ᾽ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσα δόμοισιβλάβαν νέωνἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ δ᾽ἀπ᾽ ἀλλόθρουγνώμας μολόντ᾽ ὀλεθρίαισι συναλλαγαῖς 845ἦ που ὀλοὰ στένει,ἦ που ἀδινῶν χλωρὰντέγγει δακρύων ἄχναν.ἁ δ᾽ ἐρχομένα μοῖρα προφαίνει δολίαν 850καὶ μεγάλαν ἄταν.

ἔῤῥωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι, οἷονἀναρσίωνοὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.ἰὼ κελαινὰ λόγχα προμάχου δορός, 855ἃ τότε θοὰν νύμφανἄγαγες ἀπ᾽ αἰπεινᾶςτάνδ᾽ Οἰχαλίας αἰχμᾷ·ἁ δ᾽ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ 860τῶνδ᾽ ἐφάνη πράκτωρ.

ημιχοριον 1 πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς

οἴκτου δι᾽ οἴκων ἀρτίως ὁρμωμένου;τί φημι; 865

ημιχοριον 2 ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ

κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.

χορος ξύνες δὲ

τήνδ᾽ ὡς κατηφὴς καὶ συνωφρυωμένηχωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι. 870

τροφος ὦ παῖδες, ὡς ἄρ᾽ ἡμὶν οὐ σμικρῶν κακῶν

ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.

χορος τί δ᾽, ὦ γεραιά, καινοποιηθὲν λέγεις;

τροφος βέβηκε Δῃάνειρα τὴν πανυστάτην

ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός. 875

χορος οὐ δή ποθ᾽ ὡς θανοῦσα;

τροφος "]}' id="mwB6o">πάντ᾽ ἀκήκοας.

χορος τέθνηκεν ἡ τάλαινα;

τροφος "]}' id="mwB7k"> δεύτερον κλύεις.

χορος τάλαιν᾽ ὀλεθρία· τίνι τρόπῳ θανεῖν σφε φής;

τροφος σχετλιώτατά γε πρὸς πρᾶξιν.

χορος "]}' id="mwB88"> εἰπὲ τῷ μόρῳ,

γύναι, ξυντρέχει. 880

τροφος αὑτὴν διηΐστωσε.

χορος "]}' id="mwB-A"> τίς θυμὸς ἢ τίνες νόσοι

τάνδ᾽ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατοπρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα; 885

τροφος στονόεντος ἐν τομᾷ σιδάρου.

χορος ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;

τροφος ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.

χορος τίς ἦν; πῶς; φέρ᾽ εἰπέ. 890

τροφος αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.

χορος τί φωνεῖς;

τροφος "]}' id="mwCBY"> σαφηνῆ.

χορος ἔτεκεν ἔτεκε < δὴ > μεγάλαν

ἁ νέορτος ἅδε νύμφαδόμοισι τοῖσδ᾽ ἐρινύν. 895

τροφος ἄγαν γε· μᾶλλον δ᾽, εἰ παροῦσα πλησία

ἔλευσσες οἷ᾽ ἔδρασε, κάρτ᾽ ἂν ᾤκτισας.

χορος καὶ ταῦτ᾽ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;

τροφος δεινῶς γε· πεύσει δ᾽, ὥστε μαρτυρεῖν ἐμοί.

ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη 900καὶ παῖδ᾽ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνιαστορνύνθ᾽, ὅπως ἄψοῤῥον ἀντῴη πατρί,κρύψασ᾽ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσ᾽ ὅτιγένοιντ᾽ ἔρημοι, ᾽κλαιε δ᾽ ὀργάνων ὅτου 905ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,αὐτὴ τὸν αὑτῆς δαίμον᾽ ἀνακαλουμένη 910καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.ἐπεὶ δὲ τῶνδ᾽ ἔληξεν, ἐξαίφνης σφ᾽ ὁρῶτὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.κἀγὼ λαθραῖον ὄμμ᾽ ἐπεσκιασμένηφρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις 915τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.ὅπως δ᾽ ἐτέλεσε τοῦτ᾽, ἐπενθοροῦσ᾽ ἄνωκαθέζετ᾽ ἐν μέσοισιν εὐνατηρίοις,καὶ δακρύων ῥήξασα θερμὰ νάματαἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖ᾽ ἐμά, 920τὸ λοιπὸν ἤδη χαίρεθ᾽, ὡς ἔμ᾽ οὔποτεδέξεσθ᾽ ἔτ᾽ ἐν κοίταισι ταῖσδ᾽ εὐνάτριαν.τοσαῦτα φωνήσασα συντόνῳ χερὶλύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατοςπρούκειτο μαστῶν περονίς, ἐκ δ᾽ ἐλώπισεν 925πλευρὰν ἅπασαν ὠλένην τ᾽ εὐώνυμον.κἀγὼ δρομαία βᾶς᾽, ὅσονπερ ἔσθενον,τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.κἀν ᾧ τὸ κεῖσε δεῦρό τ᾽ ἐξορμώμεθα,ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ 930πλευρὰν ὑφ᾽ ἧπαρ καὶ φρένας πεπληγμένην.ἰδὼν δ᾽ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλαςτοὔργον κατ᾽ ὀργὴν ὡς ἐφάψειεν τόδε,ὄψ᾽ ἐκδιδαχθεὶς τῶν κατ᾽ οἶκον οὕνεκαἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε. 935κἀνταῦθ᾽ ὁ παῖς δύστηνος οὔτ᾽ ὀδυρμάτωνἐλείπετ᾽ οὐδέν, ἀμφί νιν γοώμενος,οὔτ᾽ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθενπλευρὰν παρεὶς ἔκειτο πόλλ᾽ ἀναστένων,ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ, 940κλαίων ὁθούνεκ᾽ ἐκ δυοῖν ἔσοιθ᾽ ἅμα,πατρός τ᾽ ἐκείνης τ᾽, ὠρφανισμένος βίον.τοιαῦτα τἀνθάδ᾽ ἐστίν· ὥστ᾽ εἴ τις δύοἢ καί τι πλείους ἡμέρας λογίζεται,μάταιός ἐστιν· οὐ γὰρ ἔσθ᾽ ἥ γ᾽ αὔριον, 945πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.

χορος πότερα πρότερον ἐπιστένω,

πότερα μέλεα περαιτέρω,δύσκριτ᾽ ἔμοιγε δυστάνῳ.

τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις, 950τάδε δὲ μένομεν ἐπ᾽ ἐλπίσιν·κοινὰ δ᾽ ἔχειν τε καὶ μέλλειν.

εἴθ᾽ ἀνεμόεσσά τιςγένοιτ᾽ ἔπουρος ἑστιῶτις αὔρα,ἥτις μ᾽ ἀποικίσειεν ἐκ τόπων, ὅπως 955τὸν Δῖον ἄλκιμον γόνονμὴ ταρβαλέα θάνοιμιμοῦνον εἰσιδοῦσ᾽ ἄφαρ·ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναιςχωρεῖν πρὸ δόμων λέγουσιν 960ἄσπετόν τι θαῦμα.

ἀγχοῦ δ᾽ ἄρα κοὐ μακρὰνπρούκλαιον, ὀξύφωνος ὡς ἀηδών.ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις.πᾷ δ᾽ αὖ φορεῖ νιν; ὡς φίλου 965προκηδομένα βαρεῖανἄψοφον φέρει βάσιν.αἰαῖ, ὅδ᾽ ἀναύδατος φέρεται.τί χρὴ θανόντα νιν ἢ καθ᾽ὕπνον ὄντα κρῖναι; 970

υλλος οἴμοι ἐγὼ σοῦ,

πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.τί πάθω; τί δὲ μήσομαι; οἴμοι.

πρεσβυς σίγα, τέκνον, μὴ κινήσῃς

ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος· 975ζῇ γὰρ προπετής· ἀλλ᾽ ἴσχε δακὼνστόμα σόν.

υλλος "]}' id="mwCLU"> πῶς φής, γέρον; ἦ ζῇ;

πρεσβυς οὐ μὴ ᾽ξεγερεῖς τὸν ὕπνῳ κάτοχον

κἀκκινήσεις κἀναστήσειςφοιτάδα δεινὴν 980νόσον, ὦ τέκνον.

υλλος "]}' id="mwCMg"> ἀλλ᾽ ἐπί μοι μελέῳ

βάρος ἄπλετον· ἐμμέμονεν φρήν.

ηρακλης ὦ Ζεῦ,

ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶνκεῖμαι πεπονημένος ἀλλήκτοις 985ὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων·ἡ δ᾽ αὖ μιαρὰ βρύκει. φεῦ.

πρεσβυς ἆρ᾽ ἐξῄδη σ᾽ ὅσον ἦν κέρδος

σιγῇ κεύθειν καὶ μὴ σκεδάσαιτῷδ᾽ ἀπὸ κρατὸς 990βλεφάρων θ᾽ ὕπνον;

υλλος "]}' id="mwCOg"> οὐ γὰρ ἔχω πῶς ἂν

στέρξαιμι κακὸν τόδε λεύσσων.

ηρακλης ὦ Κηναία κρηπὶς βωμῶν,

ἱερῶν οἵαν οἵων ἐπί μοιμελέῳ χάριν ἠνύσω· ὦ Ζεῦ. 995οἵαν μ᾽ ἄρ᾽ ἔθου λώβαν, οἵαν·ἣν μή ποτ᾽ ἐγὼ προσιδεῖν ὁ τάλαςὤφελον ὄσσοις, τόδ᾽ ἀκήλητονμανίας ἄνθος καταδερχθῆναι.τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης 1000ἰατορίας, ὃς τήνδ᾽ ἄτηνχωρὶς Ζηνὸς κατακηλήσει;θαῦμ᾽ ἂν πόῤῥωθεν ἰδοίμην.ἒ ἔ,ἐᾶτέ μ᾽, ἐᾶτέ με δύσμορον ὕστατον, 1005ἐᾶθ᾽ ὕστατον εὐνᾶσθαι.πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;ἀπολεῖς μ᾽, ἀπολεῖς.ἀνατέτροφας ὅ τι καὶ μύσῃ.ἧπταί μου, τοτοτοῖ, ἥδ᾽ αὖθ᾽ ἕρπει. πόθεν ἔστ᾽, ὦ 1010πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴπολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρωνὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντιοὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;ἒ ἔ,οὐδ᾽ ἀπαράξαι κρᾶτα βίᾳ θέλει 1015μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.

πρεσβυς ὦ παῖ τοῦδ᾽ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει

ἢ κατ᾽ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμαἐς πλέον ἢ δι᾽ ἐμοῦ σῴζειν.

υλλος ψαύω μὲν ἔγωγε, 1020

λαθίπονον δ᾽ ὀδυνᾶν οὔτ᾽ ἔνδοθεν οὔτε θύραθενἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς.

ηρακλης ὦ παῖ, ποῦ ποτ᾽ εἶ; τᾷδέ με τᾷδέ με

πρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον. 1025θρῴσκει δ᾽ αὖ, θρῴσκει δειλαίαδιολοῦσ᾽ ἡμᾶςἀποτίβατος ἀγρία νόσος. 1030ὦ Παλλὰς Παλλάς, τόδε μ᾽ αὖ λωβᾶται. ἰὼ παῖ,τὸν φύτορ᾽ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δ᾽ ἄχος, ᾧ μ᾽ ἐχόλωσεν 1035σὰ μάτηρ ἄθεος, τὰν ὧδ᾽ ἐπίδοιμι πεσοῦσαναὔτως, ὧδ᾽ αὔτως ὥς μ᾽ ὤλεσεν. ὦ γλυκὺς Ἅιδας, 1040ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μ᾽ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.

χορος κλύουσ᾽ ἔφριξα τάσδε συμφοράς, φίλαι,

ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται. 1045

ηρακλης ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ

καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·κοὔπω τοιοῦτον οὔτ᾽ ἄκοιτις ἡ Διὸςπρούθηκεν οὔθ᾽ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί,οἷον τόδ᾽ ἡ δολῶπις Οἰνέως κόρη 1050καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύωνὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάταςβέβρωκε σάρκας, πλεύμονός τ᾽ ἀρτηρίαςῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου 1055πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμαςτὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ᾽ ὁ γηγενὴςστρατὸς Γιγάντων οὔτε θήρειος βία,οὔθ᾽ Ἑλλὰς οὔτ᾽ ἄγλωσσος οὔθ᾽ ὅσην ἐγὼ 1060γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,μόνη με δὴ καθεῖλε φασγάνου δίχα.ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. 1065δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼνἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφαεἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶνλωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.ἴθ᾽, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ με 1070πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένοςβέβρυχα κλαίων, καὶ τόδ᾽ οὐδ᾽ ἂν εἷς ποτετόνδ᾽ ἄνδρα φαίη πρόσθ᾽ ἰδεῖν δεδρακότα,ἀλλ᾽ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.νῦν δ᾽ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας. 1075καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,σκέψαι θ᾽ ὁποίας ταῦτα συμφορᾶς ὕποπέπονθα· δείξω γὰρ τάδ᾽ ἐκ καλυμμάτων.ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω. 1080αἰαῖ, ἆ τάλας,ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ᾽ αὖ,διῇξε πλευρῶν, οὐδ᾽ ἀγύμναστόν μ᾽ ἐᾶνἔοικεν ἡ τάλαινα διάβορος νόσος.ὦναξ Ἀίδη, δέξαι μ᾽, 1085ὦ Διὸς ἀκτίς, παῖσον,ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν,ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες,ὦ νῶτα καὶ στέρν᾽, ὦ φίλοι βραχίονες, 1090ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθ᾽, οἵ ποτεΝεμέας ἔνοικον, βουκόλων ἀλάστοραλέοντ᾽, ἄπλατον θρέμμα κἀπροσήγορον,βίᾳ κατειργάσασθε, Λερναίαν θ᾽ ὕδραν,διφυῆ τ᾽ ἄμικτον ἱπποβάμονα στρατὸν 1095θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,Ἐρυμάνθιόν τε θῆρα, τόν θ᾽ ὑπὸ χθονὸςἍιδου τρίκρανον σκύλακ᾽, ἀπρόσμαχον τέρας,δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέωνδράκοντα μήλων φύλακ᾽ ἐπ᾽ ἐσχάτοις τόποις. 1100ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,κοὐδεὶς τροπαῖ᾽ ἔστησε τῶν ἐμῶν χερῶν.νῦν δ᾽ ὧδ᾽ ἄναρθρος καὶ κατεῤῥακωμένοςτυφλῆς ὑπ᾽ ἄτης ἐκπεπόρθημαι τάλας,ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος, 1105ὁ τοῦ κατ᾽ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.ἀλλ᾽ εὖ γέ τοι τόδ᾽ ἴστε, κἂν τὸ μηδὲν ὦκἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδεχειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,ἵν᾽ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι 1110καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.

χορος ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ

ἕξουσαν, ἀνδρὸς τοῦδέ γ᾽ εἰ σφαλήσεται.

υλλος ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,

σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως· 1115αἰτήσομαι γάρ σ᾽ ὧν δίκαια τυγχάνειν.δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνειθυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷςχαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.

ηρακλης εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν 1120

οὐδὲν ξυνίημ᾽ ὧν σὺ ποικίλλεις πάλαι.

υλλος τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς

νῦν ἐστιν ὥς θ᾽ ἥμαρτεν οὐχ ἑκουσία.

ηρακλης ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ

τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ; 1125

υλλος ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.

ηρακλης οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.

υλλος ἀλλ᾽ οὐδὲ μὲν δὴ τοῖς γ᾽ ἐφ᾽ ἡμέραν ἐρεῖς.

ηρακλης λέγ᾽, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.

υλλος λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής. 1130

ηρακλης πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.

υλλος αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.

ηρακλης οἴμοι· πρὶν ὡς χρῆν σφ᾽ ἐξ ἐμῆς θανεῖν χερός;

υλλος κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.

ηρακλης δεινοῦ λόγου κατῆρξας· εἰπὲ δ᾽ ᾗ νοεῖς. 1135

υλλος ἅπαν τὸ χρῆμ᾽, ἥμαρτε χρηστὰ μωμένη.

ηρακλης χρήστ᾽, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;

υλλος στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν

ἀπήμπλαχ᾽, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.

ηρακλης καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων; 1140

υλλος Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν

τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.

ηρακλης ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·

ὄλωλ᾽ ὄλωλα, φέγγος οὐκέτ᾽ ἔστι μοι.οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν᾽ ἕσταμεν. 1145ἴθ᾽, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτ᾽ ἔστι σοι·κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸςμάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦφήμην πύθησθε θεσφάτων ὅσ᾽ οἶδ᾽ ἐγώ. 1150

υλλος ἀλλ᾽ οὔτε μήτηρ ἐνθάδ᾽, ἀλλ᾽ ἐπακτίᾳ

Τίρυνθι συμβέβηκεν ὥστ᾽ ἔχειν ἕδραν.παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσ᾽ αὐτὴ τρέφει,τοὺς δ᾽ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·ἡμεῖς δ᾽ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ, 1155πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.

ηρακλης σὺ δ᾽ οὖν ἄκουε τοὔργον· ἐξήκεις δ᾽ ἵνα

φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο, 1160ἀλλ᾽ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.ὅδ᾽ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦνπρόφαντον, οὕτω ζῶντά μ᾽ ἔκτεινεν θανών.φανῶ δ᾽ ἐγὼ τούτοισι συμβαίνοντ᾽ ἴσαμαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα, 1165ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼΣελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμηνπρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦνἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ 1170λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς.τὸ δ᾽ ἦν ἄρ᾽ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.ταῦτ᾽ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,δεῖ σ᾽ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον 1175καὶ μὴ ᾽πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,ἀλλ᾽ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμονκάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.

υλλος ἀλλ᾽, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν

τοιάνδ᾽ ἐπελθών, πείσομαι δ᾽ ἅ σοι δοκεῖ. 1180

ηρακλης ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι·

υλλος ὡς πρὸς τί πίστιν τήνδ᾽ ἄγαν ἐπιστρέφεις;

ηρακλης οὐ θᾶσσον οἴσεις μηδ᾽ ἀπιστήσεις ἐμοί;

υλλος ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.

ηρακλης ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα, 1185

υλλος ἦ μὴν τί δράσειν; καὶ τόδ᾽ ἐξειρήσεται;

ηρακλης ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.

υλλος ὄμνυμ᾽ ἔγωγε, Ζῆν᾽ ἔχων ἐπώμοτον.

ηρακλης εἰ δ᾽ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.

υλλος οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δ᾽ ὅμως· 1190

ηρακλης οἶσθ᾽ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;

υλλος οἶδ᾽, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.

ηρακλης ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε

σῶμ᾽ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.πολλὴν μὲν ὕλην τῆς βαθυῤῥίζου δρυὸς 1195κείραντα, πολλὸν δ᾽ ἄρσεν᾽ ἐκτεμόνθ᾽ ὁμοῦἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,καὶ πευκίνης λαβόντα λαμπάδος σέλαςπρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,ἀλλ᾽ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ 1200τοῦδ᾽ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σ᾽ ἐγὼκαὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.

υλλος οἴμοι, πάτερ, τί δ᾽ εἶπας; οἷά μ᾽ εἴργασαι.

ηρακλης ὁποῖα δραστέ᾽ ἐστίν· εἰ δὲ μή, πατρὸς

ἄλλου γενοῦ του μηδ᾽ ἐμὸς κληθῇς ἔτι. 1205

υλλος οἴμοι μάλ᾽ αὖθις, οἷά μ᾽ ἐκκαλεῖ, πάτερ,

φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.

ηρακλης οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ ὧν ἔχω παιώνιον

καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.

υλλος καὶ πῶς ὑπαίθων σῶμ᾽ ἂν ἰῴμην τὸ σόν; 1210

ηρακλης ἀλλ᾽ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γ᾽ ἔργασαι.

υλλος φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.

ηρακλης ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;

υλλος ὅσον γ᾽ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·

τὰ δ᾽ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος. 1215

ηρακλης ἀλλ᾽ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι

χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.

υλλος εἰ καὶ μακρὰ κάρτ᾽ ἐστίν, ἐργασθήσεται.

ηρακλης τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;

υλλος Ἰόλην ἔλεξας, ὥς γ᾽ ἐπεικάζειν ἐμέ. 1220

ηρακλης ἔγνως. τοσοῦτον δή σ᾽ ἐπισκήπτω, τέκνον·

ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖνβούλει, πατρῴων ὁρκίων μεμνημένος,προσθοῦ δάμαρτα, μηδ᾽ ἀπιστήσῃς πατρί·μηδ᾽ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ 1225κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ,ἀλλ᾽ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντ᾽ ἐμοὶσμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.

υλλος οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν, 1230

τὸ δ᾽ ὧδ᾽ ὁρᾶν φρονοῦντα τίς ποτ᾽ ἂν φέροι;

ηρακλης ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.

υλλος τίς γάρ ποθ᾽, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη

μεταίτιος σοί τ᾽ αὖθις ὡς ἔχεις ἔχειν,τίς ταῦτ᾽ ἄν, ὅστις μὴ ᾽ξ ἀλαστόρων νοσοῖ, 1235ἕλοιτο; κρεῖσσον κἀμέ γ᾽, ὦ πάτερ, θανεῖνἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.

ηρακλης ἁνὴρ ὅδ᾽, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ

φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰμενεῖ σ᾽ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις. 1240

υλλος ὤμοι, τάχ᾽, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.

ηρακλης σὺ γάρ μ᾽ ἀπ᾽ εὐνασθέντος ἐκκινεῖς κακοῦ.

υλλος δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.

ηρακλης οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.

υλλος ἀλλ᾽ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ; 1245

ηρακλης οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.

υλλος πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;

ηρακλης ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.

υλλος τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν

θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε 1250κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.

ηρακλης καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν

ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖνσπαραγμὸν ἤ τιν᾽ οἶστρον, ἐς πυράν με θῇς.ἄγ᾽ ἐγκονεῖτ᾽, αἴρεσθε· παῦλά τοι κακῶν 1255αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.

υλλος ἀλλ᾽ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,

ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.

ηρακλης ἄγε νυν, πρὶν τήνδ᾽ ἀνακινῆσαι

νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος 1260λιθοκόλλητον στόμιον παρέχουσ᾽,ἀνάπαυε βοήν, ὡς ἐπίχαρτοντελέουσ᾽ ἀεκούσιον ἔργον.

υλλος αἴρετ᾽, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ

τούτων θέμενοι συγγνωμοσύνην, 1265μεγάλην δὲ θεῶν ἀγνωμοσύνηνεἰδότες ἔργων τῶν πρασσομένων,οἳ φύσαντες καὶ κλῃζόμενοιπατέρες τοιαῦτ᾽ ἐφορῶσι πάθη.τὰ μὲν οὖν μέλλοντ᾽ οὐδεὶς ἐφορᾷ, 1270τὰ δὲ νῦν ἑστῶτ᾽ οἰκτρὰ μὲν ἡμῖν,αἰσχρὰ δ᾽ ἐκείνοις,χαλεπώτατα δ᾽ οὖν ἀνδρῶν πάντωντῷ τήνδ᾽ ἄτην ὑπέχοντι.λείπου μηδὲ σύ, παρθέν᾽, ἀπ᾽ οἴκων, 1275μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,πολλὰ δὲ πήματα καὶ καινοπαθῆ,κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.

Comentarios

Cargando comentarios…