Μυς αρουραίος και μυς αστικός

Αισώπου Μύθοι

Μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει.Ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλουἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας.Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη·«Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον·ἐπείπερ δ’ ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος,ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων.»Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο.Καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον,φοίνικας ἅμα, τυρόν, μέλι ὁπώρας.Ὁ δ’ αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρακαὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην.Βουλομένων δὲ ἀπάρξασθαι ἐσθίειν,ᾔνοιξεν εὐθὺς ἄνθρωπός τις τὴν θύραν.Φοβηθέντες δὲ οἱ δειλαῖοι τὸν κτύπονεἰσεπήδησαν οἱ μῦς εἰς τὰς ῥαγάδας.Ὡς δὲ ἤθελον πάλιν ἰσχάδας ἆραι,ἧκεν ἕτερος τοῦ λαβεῖν τι τῶν ἔνδον.Οἱ δὲ καὶ πάλιν θεασάμενοι τοῦτονεἰσεπήδησαν κρυβέντες ἐπὶ τρώγλης.Ὁ δ’ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη·«Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρονἐπαπολαύων αὐτὰ μετ’ εὐφροσύνηςκαὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόβου·ἐγὼ δ’ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγωνζήσω ἀφόβως μηδένα ὑποπτεύων.»

Ὁ μῦθος δηλοῖ ὅτι

τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχωςὑπὲρ τὸ τρυφᾶν ἐν φόβῳ μετ’ ὀδύνης.

Comments

Loading comments…