Ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. Ἕκαστος δὲ αὐτῶν τοῖς λόγοις ἐκαυχῶντο. Καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· «Ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες.» Κἀκεῖνος εἶπεν ὑπομειδιάσας· «Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος.»
Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.
Comments
Loading comments…