Δειλός κυνηγός και δρυτόμος

Αισώπου Μύθοι

Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἔφη· «Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω.» Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· «Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα.»

[Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.

Comments

Loading comments…