Ιξευτής και ασπίς

Αισώπου Μύθοι

Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ’ ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας· ἥτις ἐπιστραφεῖσα δῆξιν εἰς αὐτὸν ἀνῆκεν. Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· «Ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.»

Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.

Comments

Loading comments…