Καρκίνος και μήτηρ

Αισώπου Μύθοι

Μὴ λοξὰ περιπατεῖν καρκίνῳ μήτηρ ⟨ἔλεγε⟩ μηδὲ τῇ ὑγρᾷ πέτρᾳ τὰς πλευρὰς προστρίβειν. Ὁ δὲ εἶπεν· «Μῆτερ, σύ, ἡ διδάσκουσα, ὀρθὰ βάδιζε καὶ βλέπων σε ζηλώσω.»

Ὅτι τοὺς μεμψιμοίρους πρέπον ἐστὶν ὀρθὰ βιοῦν καὶ βαδίζειν, καὶ τότε ὅμοια διδάσκειν.

Comments

Loading comments…