Κόραξ και όφις

Αισώπου Μύθοι

Κόραξ τροφῆς ἀπορῶν, ὡς ἐθέασατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε. Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτόν, ἀποθνῄσκειν μέλλων, ἔφη· «Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὕρηκα ἐξ οὗ καὶ ἀπόλλυμαι.»

Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἄνδρα ὅς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσεν.

Comments

Loading comments…