Λέαινα και αλώπηξ

Αισώπου Μύθοι

Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· «Ἕνα, ἔφη, ἀλλὰ λέοντα.»

Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.

Comments

Loading comments…