Λύκος και κύων

Αισώπου Μύθοι

Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· «Δήσας τίς σ’ ἐξέθρεψε τοῦτον;» Ὁ δὲ ἔφη· «Κυνηγός. – Ἀλλὰ τοῦτο μὴ πάθοι λύκος ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης.»

Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.

Comments

Loading comments…