Atalanta w Kalydonie
Translated from English by Jan Kasprowicz
ᾤχεο δὴ Βορέηϑεν ἀπότροπος ἀλλά σε Νύμφαιἤγαγον ἀσπασίαν ἡδύπνοοι καϑ' ἅλα,πληροῦσαι μέλιτος ϑεόϑεν στόμα, μή τι Ποσειδῶνβλάψῃ, ἐν ὠσὶν ἔχων σὴν μελίγηρυν ὄπα.τοῖος ἀοιδὸς ἔφυς· ἡμεῖς δ' ἔτι κλαίομεν, οἵ σουδευόμεϑ' οἰχομένου, καί σε ποϑοῦμεν ἀεί.εἶπε δὲ Πιερίδων τις ἀναστρεφϑεῖσα πρὸς ἄλλην·ἦλϑεν, ἰδοὺ, πάντων φίλτατος ἦλϑε βροτῶν,στέμματα δρεψάμενος νεοϑηλέα χερσὶ γεραιαῖς,10
καὶ πολιὸν δάφναις ἀμφεκάλυψε κάρα,
ἡδύ τι Σικελικαῖς ἐπὶ πήκτισιν, ἡδύ τι χόρδαις,ᾀσόμενος· πολλὴν γὰρ μετέβαλλε λύραν,πολλάκι δ' ἐνβήσσαισι καϑήμενον εὗρεν Ἀπόλλων,ἄνϑεσι δ' ἒστεψενἔστεψεν, τερπνὰ δ' ἔδωκε λέγειν,Πᾶνα τ' ἀείμνηστόν τε Πίτυν Κόρυϑόν τε δύσεδρον,ἥν τ' ἐφίλησε ϑεὰν ϑνητὸς Ἁμαδρύαδα·Πόντου δ' ἐν μεγάροισιν ἐκοίμιςεἐκοίμισε Κυμοδάμειαν,τήν τ' Ἀγαμεμνονίαν παῖδ' ἀπέδωκε πατρὶ,πρὸς δ' ἱερὸυς Δελφοὺς ϑείπληκτον ἔπεμψεν Ὀρέστην,20
τειρόμενον στυγεραῖς ἔνϑα καὶ ἔνϑα ϑεαῖς.
ᾢχεοᾤχεο δὴ καὶ ἄνευϑε φίλων καὶ ἄνευϑεν ἀοιδῆς,δρεψόμενος μαλακῆς ἄνϑεα Περσεφόνης,ᾤχεο κοὐκ ἔτ' ἔσει, κοὐκ αὖ ποτέ σοι παρεδοῦμαιἁζόμενος, χειρῶν χερσὶ ϑιγὼν ὁσίαις·νῦν δ' αὖ μνῃσάμενον γλυκύπικρος ὑπήλυϑεν αἰδὼς,οἷα τυχὼν οἵου πρὸς σέϑεν οἶος ἔχω·οὔποτε σοῖς, γέρον, ὄμμα φίλοις φίλον ὄμμασι τέρψω,σῆς, γέρον, ἁψάμενος, φίλτατε, δεξιτερᾶς.ἦ ψαφαρὰ κόνις, ἦ ψαφαρὸς βιός ἐστι· τὶ τούτων10
μεῖον ἐφημερίων; οὐ κόνις ἀλλὰ βίος,
ἀλλά μοι ἡδύτερός γε πέλεις πολὺ τῶν ἔτ' ἐόντων,ἔπλεο γάρ· σοὶ μὴν ταῦτα ϑανόντι φέρω,παῦρα μὲν, ἀλλ' ἀπὸ κῆρος ἐτὴτυμα· μηδ' ἀποτρεφϑής,πρὸς δὲ βαλὼν ἔτι νῦν ἥσυχον ὄμμα δέχου.οὐ γὰρ ἔχω, μέγα δή τι ϑέλων, σέϑεν ἄξια δοῦναι,ϑαπτομένου περ ἀπὠν· οὐ γὰρ ἔνεστιν ἔμοι·οὐδὲ μελικρήτου παρέχειν γάνος· εἰ γὰρ ἐνείηκαί σε χεροῖν ψαύσαι καί σέ ποτ' αὖϑις ἴδεῖν,δάκρυσί τε σπονδαῖς τε κάρα φίλον ἀμφιπολεύειν20
ὀφϑαλμούς ϑ' ἱεροὺς σοὺς ἱερόν τε δέμας.
εἴϑ' ὃφελον· μάλα γὰρ τάδ' ἂν ἀμπαύσειε μερίμνης·νῦν δὲ πρόσωδενπρόσωϑεν ἄνευ σήματος οἶκτον ἄγωοὐδ' ἐπιτυμβίδιον ϑρηνῶ μέλος, ἀλλ' ἀπαμυνϑεὶς,ἀλλ' ἀπάνευϑεν ἔχων ἀμφιδακρυτὰ πάϑη.ἀλλὰ σὺ χαῖρε ϑανὼν, καὶ ἔχων γέρας ἴσϑι πρὸς ἀνδρῶνπρός τε ϑεῶν, ἐνέροις εἴ τις ἔπεστι ϑεός.χαῖρε γέρον, φίλε χαῖρε πατὲρ, πολὺ φέρτατ' ἀοιδῶνὧν ἴδομεν, πολὺ δὴ φέρτατ' ἀεισομένων·χαῖρε, καὶ ὄλβον ἔχοις, οἶόν γε ϑανόντες ἔχουσιν,30
ἡσυχίαν ἔχϑρας καὶ φιλότητος ἄτερ.
σήματος οἰχομένου σοι μνήματ' ἐς ὕστερον ἔσται,σοί τε φιλὴ μνήμη μνήματος οἰχομένου·ὅν Χάριτες κλαίουσι ϑεαὶ, κλαίει δ' Αφροδίτηκαλλιχόροις Μουσῶν τερψαμένη στεφάνοις.οὐ γὰρ ἅπαξ ὶερούς ποτε γῆρας ἒτριψεν ἀοιδούς'τήνδε τὸ σὸν φαίνει μνῆμα τόδ' άγλαίαν.ἦ φίλος ἧς μακάρεσσι βροτὸς, σοὶ δ' εἴ τινι Νύμφαιδῶρα ποϑεινὰ νέμειν, ὕστατα δῶρ', ἔδοσαν.τὰς νῦν χάλκεος ὕπνος ἔβη καὶ ἀνήνεμος αἰὼν,40
καὶ συνϑαπτομέναι μοῖραν ἔχουσι μίαν.
εὕδεις καὶ σὺ, καλὸν καὶ ἀγάκλυτον ἐν χϑονὶ κοίλῃὕπνον ἐφικόμενος, σῆς ἀπόνοσφι πάτρας,τῆλε παρὰ ξανϑοῦ Τυρσηνικὸν οἶδμα καϑεύδειςνάματος, ἡ δ' ἔτι σὴ μαῖά σε γαῖα ποϑεῖ,ἀλλ' ἀπέχεις, καὶ ποόσϑεπρόσϑε φιλόπτολις ὤν περ άπεῖπας·εὕδε· μάκαρ δ' ἡμῖν οὐδ' ἀμέγαρτος ἔσει.βαιὸς ἐπιχϑονίων γε χρόνος καὶ μοῖρα κρατήσει,τούς δέ ποτ' εὐφροσύνη τοὺς δέ ποτ' ἄλγος ἔχει·πολλάκι δ' ἢ βλάπτει φάος ἢ σκότος ἀμφικαλύπτει50
μυρομένους, δάκνει δ' ὕπνος ἐγρηγορότας·
οὐδ' ἔϑ' ὅτ' ἐν τύμβοισι κατέδραϑεν ὄμμα ϑανὸντωνἥ σκότος ἥ τι φάος δήξεται ἠελίου·οὐδ' ὄναρ ἐννύχιον καὶ ἐνύπνιον οὐδ' ὕπαρ ἔσταιἤ ποτε τερπομένοις ἤ ποτ' ὀδυρομένοις·ἀλλ' ἕνα πάντες ἀεὶ ϑᾶκον συνέχουσι καὶ ἕδρανἀντι βροτῆς ἄβροτον, κάλλιμον ἄντι κακῆς.
ἴστω δ’ ὅστις οὐχ ὑπόπτεροςφροντίσιν δαεὶς,τὰν ἁ παιδολύμὰς τάλαινα Θεστιὰς μήσατοπυρδαῆ τινα πρόνοιαν,καταίϑουσα παιδὸς δαφοινὸνδαλὸν ἥλικ’, ἐπεὶ μολὼνματρόϑεν κελάδησε;σύμμετρόν τε διαὶ βίουμοιρόκραντον ἐς ἆμαρ.Aesch. Cho. 602—612.
Comments
Loading comments…