Πολιοί μεν ημίν ήδη κρόταφοι

Πολιοὶ μὲν ἡμὶν ἤδη κρόταφοι κάρη τε λευκόν,χαρίεσσα δ' οὐκέτ' ἥβη πάρα, γηραλέοι δ' ὀδόντες,γλυκεροῦ δ' οὐκέτι πολλὸς βιότου χρόνος λέλειπται•διὰ ταῦτ' ἀνασταλύζω θαμὰ Τάρταρον δεδοικώς•Ἀίδεω γάρ ἐστι δεινὸς μυχός, ἀργαλῆ δ' ἐς αὐτὸνκάτοδος• καὶ γὰρ ἑτοῖμον καταβάντι μὴ ἀναβῆναι.

Comments

Loading comments…