Stephanos — XCIV

Ἡσυχίης ἄτερ ἔνθα καὶ ἔνθα πλανώμενον αἰεί,Ὅποι; μ’ ἀνείρονται φίλοι.Ἄλλ' ἄγε δὴ ἠερίην νεφέλην ἐρεείνετε μάλλονΚαὶ κῦμ’ ἔρεσθε πόντιον,Κοίρανος εὖτε μέγας Βορέης κρατερῶς σφέα δεῦροΚαἰ κεῖς’ ἐπαιγίζων ἄγηι.Ὅπποι δ’, οὐ νοέουσιν· εγὼ δ’ ἐμοὶ οὔτι σύνοιδα,Ὅποί φέρει μ’ ἀθυμίη.Οἷον δ’ οἶδα σαφέως· οὐ γὰρ θέμις ἐστὶν ἔμοιγεΑὐτῆι προσελθεῖν, ἧς ἐρῶ,Ουδέ που ἔστ’ ἐπὶ γῆι τόπος, ἐνθα τε κέν πωςΤοῦτον λαθοίμην πήματος.

Comments

Loading comments…