Ηέλιος μεν γαρ έλαχεν
Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα,οὐδέ ποτ' ἄμπαυσις γίνεται οὐδεμίαἵπποισίν τε καὶ αὐτῷ, ἐπεὶ ῥοδοδάκτυλος ἨὼςὨκεανὸν προλιποῦσ' οὐρανὸν εἰσαναβῇ.τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,ποικίλη, Ἡφαίστου χερσὶν ἐληλαμένη,χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ' ὕδωρεὕδονθ' ἁρπαλέως χώρου ἀφ' Ἑσπερίδωνγαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποιἑστᾶσ', ὄφρ' Ἠὼς ἠριγένεια μόλῃ·ἔνθ' ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.
Comments
Loading comments…