Οὐ μὲν δὴ κείνου γε μένος
οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸντοῖον ἐμ<έο> προτέρων πεύθομαι, οἵ μιν ἴδονΛυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγαςἝρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην·τοῦ μὲν ἄρ' οὔ ποτε πάμπαν ἐμέμψατο Παλλὰς Ἀθήνηδριμὺ μένος κραδίης, εὖθ' ὅ γ' ἀνὰ προμάχουςσεύαιθ' αἱματόεν[τος ἐν] ὑσμίνῃ πολέμοιο,πικρὰ βιαζόμενος δυσμενέων βέλεα·οὐ γάρ τις κείνου δῃων ἔτ' ἀμεινότερος φὼςἔσκεν ἐποίχεσθαι φυλόπιδος κρατερῆςἔργον, ὅτ' αὐγῇσιν φέρετ' ὠκέος ἠελίοιο.
Comments
Loading comments…