Ευρώπη

Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ’ ἠώς,ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζωνλυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων·τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισιΦοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπειαὠίσατ’ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,ἄssion ἀντιπέρην τε· φυὴν δ’ ἔχον οἷα γυναῖκες.τῶν δ’ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ’ ἄρ’ ἐῴκει 10ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,φάσκεν δ’ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσινεἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷοἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲεἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν· 20«τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν;

ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισινἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,τίς δ’ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.»ὣς εἰποῦσ’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίραςἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,τῇσιν ἀεὶ συνάθυρεν, ὅτ’ ἐς χορὸν ἐντύνοιτο, 30ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,ἢ ὁπότ’ ἐκ λειμῶνος ἐύπνοα λείρι’ ἀμέργοι.αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ’ ἐν χερσὶν ἑκάστηἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινονἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντοτερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,ὃν Λιβύῃ πόρε δῶρον, ὅτ’ ἐς λέχος Ἐννοσιγαίουἤϊεν· ἣ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ, 40ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ’ Εὐρωπείῃμήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον.ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην.φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα,νηχομένῃ ἰκέλη· κυάνου δ’ ἐτέτυκτο θάλασσα.δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύσιν αἰγιαλοῖο

φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ 50πόρτιος Ἰναχίης, τήν δ’ ἑπταπόρῳ παρὰ Νείλῳἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτιςχαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιοἙρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστοἌργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλενὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέι χροιῇ·ταρσὸν δ’ ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς· 60χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον,ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζελειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειρανδρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσαἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα, 70οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ’, ὡς ἐόλητο

θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσιΚύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρηςπαρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαικρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος 80ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,οὐδ’ οἷος ποίμνῃς ἔπιβόσκεται, οὐδὲ μὲν οἷοςὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν·ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνουἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶςπαρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι 90ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ γ’ ἄμβροτος ὀδμὴτηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸνπολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο καὶ κύσε ταῦρον.αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦΜυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαναὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον. 100ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·

«δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδεἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσαςνῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴςπρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροιςἄλλοισι προσέοικε· νόος δέ οἱ ἠύτε φωτὸςαἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆς.»ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,αἱ δ’ ἄλλαι μέλλεσκον· ἄφαρ δ’ ἀνεπήλατο ταῦρος,ἣν θέλεν ἁρπάξας· ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν. 110ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίραςχεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν.ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν, ἠΰτε δελφὶςχηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.ἡ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα,κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς·Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αῒ δ’ ἄρα πᾶσαικητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.καὶ δ’ αὐτὸς βαρύδουπος ὑπεὶραλος Ἐννοσίγαιος 120κῦμα κατιθύνων ἁλίης ἡγεῖτο κελεύθουαὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντοΤρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοιςτῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃεἴρυε πορφυρέην κόλπου πτύχα, ὄφρά κε μή μινδεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.

κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην. 130ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,ἀλλ’ ἀὴρ μὲν ὕπερθεν, ἔνερθε δὲ πόντος ἀπείρων,ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·«πῇ με φέρεις, θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθαἀργαλέ’ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσανδειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσαὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.ποῖόν σοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις. 140οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροιἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντονἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶςεἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμαπατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοῒ τῷδεξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.ἀλλὰ σύ μοι, μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιεἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι 150τόνδε κατιθύνοντα πλόον προκέλευθον ἐμεῖο.οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.»ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠύκερως βοῦς·«θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναιταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.

σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαιταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖοἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας, 160οἳ σκηπτοῦχοι ἅπαντες ἐπιχθονίοισιν ἔσονται.»ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. φαίνετο μὲν δὴΚρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι·ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη,καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.

Comments

Loading comments…