Μεγάρα

«Μῆτερ ἐμή, τίφθ’ ὧδε φίλον κατὰ θυμὸν ἰάπτειςἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ ἔρευθοςσῴζετ’ ἐπὶ ῤεθέεσσι; τί μοι τόσον ἠνίησαι;ἦρ’ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸςἀνδρὸς ὕπ’ οὐτιδανοῖο, λέων ὡσείθ’ ὑπὸ νεβροῦ;ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησανἀθάνατοι; τί νύ μ’ ὧδε κακῇ γονέες τέκον αἴσῃ;δύσμορος, ἥτ’ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσινἠδ’ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν· 10τοῦ δ’ οὔτις γένετ’ ἄλλος ἀποτμότερος ζωόντων,οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλωνἠέ τινος Κηρῶν ἢ ʼΕριννύος αἰνὰ βέλεμνα,παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸνμαινόμενος κατὰ οἶκον, ὁ δ’ ἔμπλεος ἔσκε φόνοιο.τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσιβαλλομένους ὑπὸ πατρί· τὸ δ’ οὐδ’ ὄναρ ἤλυθεν ἄλλῳ·οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαιμητέρ’ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν. 20

ὡς δ’ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖςὀλλυμένοις, οὕστ’ αἰνὸς ὄφις ἔτι νηπιάχονταςθάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἣ δὲ κατ’ αὐτοὺςπωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,οὐδ’ ἄρ’ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ γάρ οἱ αὐτῇἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσαμαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴκεῖσθαι φαρμακόεντα δι’ ἥπατος ἰὸν ἔχουσα, 30Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.τῷ χ’ ἡμέας κλαύσαντε φίλῃσ’ ἐπὶ χερσὶ τοκῆεςπολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντωνλέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.νῦν δ’ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσινἈονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἧρηςπολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτοραἰεὶ ὁμῶς· δακρύων δὲ πάρεστί μοι οὐδ’ ἴ’ ἐρωή. 40ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσινοἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμονμόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσανμοχθίζει πέτρης ὅγ’ ἔχων νόον ἠὲ σιδήρουκαρτερὸν ἐν στήθεσσι· σὺ δ’ ἠύτε λείβεται ὕδωρ,νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ ὁπόσσα.ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰςκηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.

καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦναίουσ’, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα 50οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτὴἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκναγείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.»ὣς ἄρ’ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλωνκόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.ὣς δ’ αὔτως δακρύοισι παρήϊα λεύκ’ ἐδίαινενἈλκμήνη· βαρὺ δ’ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα 60μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·«δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτοπευκαλίμαις; πῶς ἄμμ’ ἐθέλεις ὀροθυνέμεν ἄμφωκήδε’ ἄλαστα λέγουσα τά τ’ οὐ νῦν πρῶτα κέκλαυται.ἦ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ ἦμαργινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,ὅστις ἀριθμήσειεν ἐφ’ ἡμετέροις ἀχέεσσι.θάρσει· οὐ τοιῆσδ’ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.καὶ δ’ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισινἄλγεσι μοχθίζουσαν· ἐπιγνώμων δέ τοί εἰμι 70ἀγχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.καί σε μάλ’ ἐκπάγλως ὀλοφύρομαι ἠδ’ ἐλεαίρω,οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,ὅσθ’ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.

ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαιδυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσιστέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθεςκαί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.οὐδ’ αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν. 80τῷ μή μ’ ἐξείπῃς ποτ’, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,μηδ’ εἴ κ’ ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.οὐδὲν ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαιμητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνονπρὶν καί πέρ τ’ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ ἔχουσα,καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.νῦν δέ μοι οἴχεται υἱὸς ἐπ’ ἀλλοτρίης νέον ἆθλονἐκτελέων· οὐδ’ οἶδα δυσάμμορος, εἴτε μιν αὖτιςἐνθάδε νοστήσανθ’ ὑποδέξομαι εἴτε καὶ οὐκί. 90πρὸς δ’ ἔτι μ’ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειροςὕπνον· δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσαἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἕρδοι.εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶπαῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ,τάφρον τηλεθάοντος ἐπ’ ἐσχατιῇ τινος ἀγροῦ,γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργουκαρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς, 100ἤτοι ὃ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσαςἀνδήρου καταδῦναι, ἃ καὶ πάρος εἵματα ἕστο·ἐξαπίνης δ’ ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης

πῦρ ἄμοτον, περὶ δ’ αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.αὐτὰρ ὅγ’ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρροννώμασκεν μακέλην· περὶ δ’ ὄμμασιν ἔνθα καὶ ἔνθαπάπταινεν μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο, 110Ἰφικλέης μεγάθυμος ἐπ’ οὔδεϊ κάππεσ’ ὀλισθὼνπρὶν ἐλθεῖν, οὐδ’ ὀρθὸς ἀναστῆναι δύνατ’ αὖτις,ἀλλ’ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ’ ἀμενηνός,ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲςκαππεσέειν· κεῖται δ’ ὅγ’ ἐπὶ χθονὸς ἔμπεδον αὔτως,εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντωναἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης·αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσαπαῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος 120ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησανπαννυχίῃ· τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτοοἴκου ἀφ’ ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳθυμὸς ἐμός, μηδ’ ἄλλο παρὲκ τελέσειέ τι δαίμων.»

Comments

Loading comments…