Βατραχομυομαχία

Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνοςἐλθεῖν εἰς ἐμὸν ἧτορ ἐπεύχομαι εἵνεκ’ ἀοιδῆς,ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι 5πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δ’ ἔχεν ἀρχήν.Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον, 10ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδελιμνόχαρις πολύφημος, ἔπος δ’ ἐφθέγξατο τοῖον·Ξεῖνε τίς εἶ; πόδεν ἦλθες ἐπ’ ἠϊόνας; τίς ὁ φυσάς;πάντα δ’ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω· 15δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.εἰμὶ δ’ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνηντιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·

καί με πατὴρ Πηλεὺς ἀνεδρέψατο, Ὑδρομεδούσῃμιχθεὶς ἐν φιλότητι παρ’ ὄχθας Ἠριδανοῖο. 20καὶ σὲ δ’ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισιν μαχητὴνἔμμεναι· ἀλλ’ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.Τὸν δ’ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δ’ ἐν ἅπασιν 25ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦροςΤρωζάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρΛειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.γείνατο δ’ ἐν καλύβῃ με καὶ ἐξεθρέψετο βροτοῖς, 30σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγεὅσσα παρ’ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθειἄρτος τρισκοπάνιστος ἀπ’ εὐκύκλου κανέοιο, 35οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,οὐδ’ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι, 40κοσμοῦντες χύτρας ἀρτύμασι παντοδαπτοῖσιν.

[οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν,ἀλλ’ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην.ἄνθρωπον οὐ δέδια καί περ μέγα σῶμα φοροῦντα,ἀλλ’ ἐπὶ λέκτρον ἰὼν ἄκρον δάκτυλον δάκνω, 45καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἵκανεν ἄνδρα,νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο.ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπ’ αἶαν,κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν,καὶ παγίδα στονόεσσαν, ὅπου δολόεις πέλε πότμος· 50πλεῖστον δὴ γαλέην περιδείδια, ἥ τις ἀρίστη,ἣ καὶ τρωγλοδύνοντα κατὰ τρώγλην ἐρεείνει.]οὐ τρώγω ῥαφάνους, οὐ κράμβας, οὐ κολοκύντας,οὐ σεύτλοις χλωροῖς ἐπιβόσκομαι, οὐδὲ σελίνοις·ταῦτα γὰρ ὑμέτερ’ ἐστὶν ἐδέσματα τῶν κατὰ λίμνην. 55Πρὸς τάδε μειδήσας Φυσίγναθος ἀντίον ηὔδα·Ξεῖνε λίην αὐχεῖς ἐπὶ γαστέρι· ἔστι καὶ ἡμῖνπολλὰ μάλ’ ἐν λίμνῃ καὶ ἐπὶ χθονὶ θαύματ’ ἰδέσθαι.ἀμφίβιον γὰρ ἔδωκε νομὴν βατράχοισι Κρονίων,σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι, 60στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι·βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτ’ ὀλίσθῃς,

ὅππως γηθόσυνος τὸν ἐμὸν δόμον εἰσαφίκηαι.Ὣς ἄρ’ ἔφη καὶ νῶτ’ ἐδίδου· ὁ δ’ ἔβαινε τάχιστα 65χεῖρας ἔχων τρυφεροῖο κατ’ αὐχένος ἅμματι κούφῳ.καὶ πρῶτον μὲν ἔχαιρεν ὅτ’ ἔβλεπε γείτονας ὅρμους,νήξει τερπόμενος Φυσιγνάθου· ἀλλ’ ὅτε δή ῥακύμασι πορφυρέοις ἐπεκλύζετο πολλὰ δακρύωνἄχρηστον μετάνοιαν ἐμέμφετο, τίλλε δὲ χαίτας, 70καὶ πόδας ἔσφιγγεν κατὰ γαστέρος, ἐν δέ οἱ ἥτορπάλλετ’ ἀηθείῃ καὶ ἐπὶ χθόνα βούλεθ’ ἱκέσθαι·δεινὰ δ’ ὑπεστενάχιζε φόβου κρυόεντος ἀνάγκῃ.οὐρὴν πρῶτ’ ἐπλάσ’ ἐφ’ ὕδασιν ἠΰτε κώπηνσύρων, εὐχόμενος δὲ θεοῖς ἐπὶ γαῖαν ἱκέσθαι 75ὕδασι πορφυρέοισιν ἐκλύζετο, πολλὰ δ’ ἐβώστρει·καὶ τοῖον φάτο μῦθον ἀπὸ στόματός τ’ ἀγόρευσεν·Οὐχ οὕτω νώτοισιν ἐβάστασε φόρτον ἔρωτοςταῦρος ὅτ’ Εὐρώπην διὰ κύματος ἦγ’ ἐπὶ Κρήτηνὡς μῦν ἁπλώσας ἐπινώτιον ἦγεν ἐς οἶκον 80βάτραχος ὑψώσας ὠχρὸν δέμας ὕδατι λευκῷ.Ὕδρος δ’ ἐξαπίνης ἀνεφαίνετο, πικρὸν ὅραμα

ἀμφοτέροις· ὀρθὸν δ’ ὑπὲρ ὕδατος εἶχε τράχηλον.τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσαςοἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν. 85δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.κεῖνος δ’ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐδὺς ἐφ’ ὕδωρ,καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.πολλάκι μὲν κατέδυνεν ὑφ’ ὕδατι, πολλάκι δ’ αὖτελακτίζων ἀνέδυνε· μόρον δ’ οὐκ ἦν ὑπαλύξαι. 90δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπ’ αὐτῷ·ὕδασι δ’ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε 95παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλά πλανήσαςεἰς ὕδωρ μ’ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.[ποινὴν ἀντέκτισίν τ’ ἀρθὴν ὅς κ’ ἀποδώσει 97αποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδ ὑπαλύξεις]Ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδενΛειχοπίναξ ὄχδῃσιν ἐφεζόμενος μαλακῇσιν· 100[καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν] 100α

δεινὸν δ’ ἐξολόλυξε, δραμὼν δ’ ἤγγειλε μύεσσιν.ὡς δ’ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας.καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευον ὑπ’ ὄρθρονκηρύσσειν ἀγορὴν ἐς δώματα Τρωξάρταο,πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην 105ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρ’ ὄχθαιςἦν ἤδη τλήμων, μέσσῳ δ’ ἐπενήχετο πόντῳ.ὡς δ’ ἦλθον σπεύδοντες ἅμ’ ἠοῖ, πρῶτος ἀνέστηΤρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα 110ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.εἰμὶ δ’ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα·καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασαἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.τὸν δ’ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν 115καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,

ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.ἀλλ’ ἄγεθ’ ὁπλίζεσθε καὶ ἐξέλθωμεν ἐπ’ αὐτούς120σώματα κοσμήσαντες ἐν ἔντεσι δαιδαλέοισιν.

Ταῦτ’ εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας.καὶ τοὺς μέν ῥ’ ἐκόρυσσεν Ἄρης πολέμοιο μεμηλώς·κνημῖδας μὲν πρῶτον ἐφήρμοσαν εἰς δύο μηρούς,ῥήξαντες κυάμους χλωρούς, εὖ δ’ ἀσκήσαντες, 125οὓς αὐτοὶ διὰ νυκτός ἐπιστάντες κατέτρωξαν.θώρηκας δ’ εἶχον καλαμορραφέων ἀπὸ βυρσῶν,οὓς γαλέην δείραντες ἐπισταμένως ἐποίησαν.ἀσπὶς δ’ ἦν λύχνου τὸ μεσόμφαλον· ἡ δέ νυ λόγχηεὐμήκης βελόνη, παγχάλκεον ἔργον Ἄρηος· 130ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δ’ ἐνόησανβάτραχοι ἐξανέδυσαν ἀφ’ ὕδατος, ἐς δ’ ἕνα χῶρονἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.σκεπτομένων δ’ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος, 135κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν,Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψανεἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε. 140εἶδον γὰρ καθ’ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνενὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε

οἵ τινες ἐν βατράχοισιν ἀριστῆες γεγάατε.Ὣς εἰπὼν ἀπέφηνε· λόγος δ’ εἰς οὔατα πάντωνεἰσελθὼν ἐτάραξε φρένας βατράχων ἀγέρωχων· 145μεμφομένων δ’ αὐτῶν Φυσίγναθος εἶπεν ἀναστάς·Ὦ φίλοι, οὐκ ἔκτεινον ἐγὼ μῦν, οὐδὲ κατεῖδονὀλλύμενον· πάντως δ’ ἐπνίγη παίζων παρὰ λίμνην,νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοινῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλ’ ἄγε βουλὴν 150ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν.τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.σώματα κοσμήσαντες ἔνοπλοι στῶμεν ἅπαντεςἅκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χώρος·ἡνίκα δ’ ὁρμηθέντες ἐφ’ ἡμέας ἐξέλθωσι, 155δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ,ἐς λίμνην αὐτοὺς σὺν ἐκείναις εὐθὺ βάλωμεν.οὕτω γὰρ πνίξαντες ἐκείνους τοὺς ἀκολύμβουςστήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον.Ὣς εἰπὼν συνέπεισε καθοπλίζεσθαι ἅπαντας. 160φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν,θώρηκας δ’ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων,φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν,ἔγχος δ’ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει,

καὶ ῥα κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα. 165φραξάμενοι δ’ ἔστησαν ἐπ’ ὄχθαις ὑψηλαῖσισείοντες λόγχας, θυμοῦ δ’ ἔμπλητο ἕκαστος.Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς,πολλοὺς καὶ μεγάλους ἠδ’ ἔγχεα μακρὰ φέροντας, 170[ὡς βατράχων στρατὸς ἔβρεμεν εὖτε γιγάντων] 170α[καὶ μῦες κενταύρων μεγαλαύχων ἦσαν ὁμοῖοι] 170βοἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων,ἡδὺ γελῶν ἐρέειυε· τίνες βατράχοισιν ἀρωγοὶἢ μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν·Ὦ θύγατερ, μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσῃ;καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες 175κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.Ὣς ἄρ’ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη·ὦ πάτερ οὐκ ἂν πώ ποτ’ ἐγὼ μυσὶ τειρομένοισινἐλθοίμην ἐπαρωγός, ἐπεὶ κακὰ πολλὰ μ’ ἔοργανστέμματα βλάπτοντες καὶ λύχνους εἵνεκ’ ἐλαίου. 180τοῦτο δέ μοι λίην ἔδακε φρένας οἷον ἔρεξαν.πέπλον μου κατέτρωξαν ὃν ἐξύφηνα καμοῦσαἐκ ῥοδάνης λεπτῆς καὶ στήμονα μακρὸν ἔνησα,

καὶ τρώγλας τ’ ἐμποίησαν· ὁ δ’ ἠπητής μοι ἐπέστηκαὶ πράσσει με τόκον· τὸ δὲ ῥίγιον ἀθανάτοισιν. 185χρησαμένη γὰρ ἔνησα καὶ οὐκ ἔχω ἀνταποδοῦναι.ἀλλ’ οὐδ’ ὣς βατράχοισιν ἀρηγέμεναι βουλήσω.εἰσὶ γὰρ οὐδ’ αὐτοὶ φρένας ἔμπεδοι, ἀλλά με πρῴηνἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες 190οὐδ’ ὀλίγον καταμῦσαι· ἐγὼ δ’ ἄϋπνος κατεκείμην·τὴν κεφαλὴν ἀλγοῦσαν, ἕως ἐβόησεν ἀλέκτωρ.ἀλλ’ ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι·εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι· 195πάντες δ’ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.Ὣς ἄρ’ ἔφη· καὶ τῇ γε θεοὶ ἐπεπείθοντ’ ἄλλοι,πάντες δ’ αὖτ’ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.καὶ τότε κώνωπες μεγάλας σάλπιγγος ἔχοντεςδεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανώθεν δὲ 200Ζεὺς Κρονίδης βρόντησε, τέρας πολέμοιο κακοῖο.

Πρῶτος δ’ Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶἑσταότ’ ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ·κὰδ δ’ ἔπεσεν πρηνής, ἁπαλὰς δ’ ἐκόνισεν ἐθείρας.δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 205Τρωγλίτης δὲ μετ’ αὐτὸν ἀκόντισε Πηλείωνος,πῆξεν δ’ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόνταεἷλε μέλας θάνατος, ψυχὴ δ’ ἐκ σώματος ἔπτη.Σευτλαῖον δ’ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος,[Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε· 210ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη.Λιμνόχαρις δ’ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον,Τρωγλοδύτην ἁπαλοῖο δι’ αὐχένος τρῶσεν ἐπιφθὰςπέτρῳ μυλοειδέϊ· τὸν δὲ σκόττος ὄσε κάλυψε· 213αὨκιμίδην δ’ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳοὐδ’ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δ’ ἐνόησε 215Λειχήνωρ δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷκαὶ βάλεν, οὐδ’ ἀφάμαρτε καθ’ ἧπαρ· ὡς δ’ ἐνόησεΚοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις.ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης ἀλλ’ ἤλασεν αὐτόν·κάππεσε δ’, οὐκ ἀνένευσεν, ἐβάπτετο δ’ αἵματι λίμνη 220πορφυρέῳ, αὐτὸς δὲ παρ’ ἠιόν’ ἐξετανύσθη,χορδῇσιν λιπαρῇσί τ’ ἐπορνύμενος λαγόνεσσιν.]

Τυροφάγον δ’ αὐτῇσιν ἐπ’ ὄχθαις ἐξενάριξεν.Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,ἥλατο δ’ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας. 225Λιτραῖον δ’ ἀρ’ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,

χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲἐκ ῥινῶν ἔσταξε, παλάσσετο δ’ αἵματι γαῖα.Λειχοπίναξ δ’ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην, 230ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἑόντα,ἐν λίμνῃ δ’ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.Ψιχάρπαξ δ’ ἤμυν’ ἑτάρου περὶ τεθνειώτοςκαὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ, 235πῖπτε δὲ οἱ πρόσθεν, ψυχὴ δ’ Ἀϊδόσδε βεβήκει.Κραμβοβάτης δ’ ἐσιδὼν πηλοῦ δράκα ῥίψεν ἐπ’ αὐτόν,καὶ τὸ μέτωπον ἔχρισε καὶ ἐξετύφλου παρὰ μικρόν.ὠργίσθη δ’ ἄρ’ ἐκεῖνος, ἑλὼν δ’ ἄρα χειρὶ παχείῃκείμενον ἐν δαπτέδῳ λίθον ὄβριμον, ἄχθος ἀρούρης, 240

τῷ βάλε Κραμβοβάτην ὑπὸ γούνατα· πᾶσα δ’ ἐκλάσθηκνήμη δεξιτερή, πέσε δ’ ὕπτιος ἐν κονίῃσι.Κραυγασίδης δ’ ἤμυνε καὶ αὖθις βαῖνεν ἐπ’ αὐτόν,τύψε δὲ οἱ μέσσην κατὰ γαστέρα· πᾶς δὲ οἱ εἴσωὀξύσχοινος ἔδυνε, χαμαὶ δ’ ἔκχυντο ἅπαντα 245ἔγκατ’ ἐφελκομένῳ ὑπὸ δούρατι χειρὶ παχείῃ.Τρωγλοδύτης δ’ ὡς εἶδεν ἐπ’ ὄχθῃσιν ποταμοῖο,σκάζων ἐκ πολέμου ἀνεχάζετο, τείρετο δ’ αἰνῶς·ἥλατο δ’ ἐς τάφρους, ὅππως φύγῃ αἰπὺν ὄλεθρον.Τρωξάρτης δ’ ἔβαλεν Φυσίγναθον ἐς ποδὸς ἄκρον. 250

Πρασσαῖος δ’ ὡς εἶδεν ἔθ’ ἡμίπνουν προπεσόντα,ἦλθε διὰ προμᾶχων καὶ ἀκόντισεν ὀξύσχοινον·οὐδ’ ἔρρηξε σάκος, σχέτο δ’ αὐτοῦ δουρὸς ἀκωκή·οὐδ’ ἔβαλε τρυφάλειαν ἀμύμονα καὶ τετράχυτρον 255δῖος Ὀριγανίων, μιμούμενος αὐτὸν Ἄρηα,ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθ’ ὅμιλον·ὥρμησεν δ’ ἄρ’ ἐπ’ αὐτόν· ὁ δ’ ὡς ἴδεν οὐχ ὑπέμεινεν.ἥρωας κρατερούς, ἀλλ’ ἔδυνε βένθεσι λίμνης.

Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων, 260Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·[μεριδάρπαξ ὅρχάμενος μιμούμενος αὐτὸν ἄρηα] 261α[ὃς μόνος ἐν μύεσσιν ἀρίστευεν καθ’ ὄμιλον] 261βοἴκαδ’ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδ’ ἐκέλευεν·[αὐτὸς δ’ ἑστήκει γαυρούμενος κατὰ λίμνην.] 262αοὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει,ἀγχοῦ δ’ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαικαὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας 265φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην.καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.καὶ τότ’ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων, 270κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·Ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·

Ἄρπαξ ἐν βατράχοισιν ἀμείβεται· ἀλλὰ τάχισταΠαλλάδα πέμψωμεν πολεμόκλονον ἢ καὶ Ἄρηα, 275οἵ μιν ἐπισχήσουσιν μάχης κροπερόν περ ἐόντα.Ὣς ἄρ’ ἔφη Κρονίδης· Ἄρης δ’ ἀπαμείβετο μύθῳ·οὔτ’ ἄρ’ Ἀθηναίης Κρονίδη σθένος οὔτε Ἄρηοςἰσχύει βατράχοισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.ἀλλ’ ἄγε πάντες ἴωμεν ἀρηγόνες· ἢ τὸ σὸν ὅπλον 280

[ᾦ Τιτᾶνας πέφνες ἄριστους ἔξοχα πάντων] 281ακινείσθω· οὕτω γὰρ ἁλώσεται ὅς τις ἄριστος, 284ὥς ποτε καὶ Καπανῆα κατέκτανες ὄβριμον ἄνδρα 282καὶ μέγαν Ἐγκελάδοντα καὶ ἄγρια φῦλα Γιγάντων. 283Ὣς ἄρ’ ἔφη· Κρονίδης δὲ βαλὼν ἀργῆτα κεραυνὸν 285πρῶτα μὲν ἐβρόντησε, μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. 286[αὐτὰρ ἔπειτα κεραυνὸν δειμαλέον διὸς ὅπλονἧκ’ ἐπιδινήσας· ὁ δ’ ἄρ’ ἔπτατο χειρὸς ἄνακτος]πάντας μέν ῥ’ ἐφόβησε βαλὼν βατράχους τε μύας τε· 289ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μυῶν στράτος, ἀλλ’ ἔτι μᾶλλον 290ἔλπετο πορθήσειν βατράχων γένος αἰχμητάων,

εἰ μὴ ἀπ’ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,ὅς ῥα τότ’ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν·Ἦλθον δ’ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι, 295ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοίς,βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνταικαρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτονἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι. 300τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδ’ ἔτ’ ἔμειναν,ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δ’ ἥλιος ἤδη,καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.

Comments

Loading comments…