Φαρμακεύτριαι
Πᾷ μοι ταὶ δάφναι; φέρε Θέστυλι. πᾷ δὲ τὰ φίλτρα;στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,ὡς τὸν ἐμὶν βαρὺν εὖντα φίλον καταδήσομαι ἄνδρα,ὅς μοι δωδεκαταῖος ἀφ’ ὧ τάλας οὐδὲ ποθίκει,οὐδ’ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές,οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦῥά οἱ ἀλλᾷοἴχετ’ ἔχων ὅ τ’ Ἔρως ταχινὰς φρένας ἅ τ’ Ἀφροδίτα;βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραναὔριον, ὥς νιν ἴδω καὶ μέμψομαι οἷά με ποιεῖ.νῦν δέ νιν ἐκ θυέων καταδήσομαι. ἀλλά Σελάνα 10φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχε δαῖμον,τᾷ χθονίᾳ θ’ Ἑκάτᾳ, τὰν καὶ σκύλακες τρομέοντιἐρχομέναν νεκύων ἀνὰ τἠρία καὶ μέλαν αἷμα.χαῖρ’ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδειφάρμακα ταῦτ’ ἔρδοισα χερείονα μήτε τι Κίρκαςμήτε τι Μηδείας μήτε ξανθὰς Περιμήδας.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ἄλφιτά μοι πρᾶτον πυρὶ τάκεται. ἀλλ’ ἐπίπασσεΘεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;
ἦῥά γέ τοι μυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι; 20πάσσ’ ἅμα καὶ λέγε· «ταῦτα τὰ Δέλφιδος ὀστία πάσσω.»ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.Δέλφις ἔμ’ ἀνίασεν· ἐγὼ δ’ ἐπὶ Δέλφιδι δάφναναἴθω· χὠς αὕτα λακεῖ μέγα καππυρίσασαἐξαπίνας ἅφθη κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς,οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκ’ ἀμαθύνοι.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ὡς τοῦτον τὸν κῶρον ἐγὼ σὺν δαίμονι τάκω,ὣς τάκοιθ’ ὑπ’ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.χὠς δινεῖθ’ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας, 30ὣς τῆνος δινοῖτο ποθ’ ἁμετέραισι θύραισιν.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.νῦν θυσῶ τὰ πίτυρα. Τὺ δ’ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδακινήσαις κ’ ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται·ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκέον ὡς τάχος ἄχει.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δ’ ἀῆται·ἁ δ’ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία,ἀλλ’ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν 40ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον εἶμεν.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε, πότνια, φωνῶ·εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ,
τόσσον ἔχοι λάθας ὅσσον ποκὰ Θησέα φαντὶἐν Δίᾳ λασθῆμεν ἐϋπλοκάμω Ἀριάδνας.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ἱππομανὲς φυτόν ἐστι παρ’ Ἀρκάσι, τῷ δ’ ἔπι πᾶσαικαὶ πῶλοι μαίνονται ἀν’ ὤρεα καὶ θοαὶ ἵπποι.ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι 50μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.τοῦτ’ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις·ὡγὼ νῦν τίλλοισα κατ’ ἀγρίῳ ἐν πυρὶ βάλλωαἰαῖ Ἔρως ἀνιαρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμαἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.σαύραν τοι τρίψασα κακὸν ποτὸν αὔριον οἰσῶ.Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθ’ ὑπόμαξοντᾶς τήνω φλιᾶς καθ’ ὑπέρτερον ἇς ἔτι κα νύξ, 60
καὶ λέγ’ ἐπιφθύζοισα· «τὰ Δέλφιδος ὀστία μάσσω.» 62ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;τηνῶθ ἄρξεῦμαι, τίς μοι κακὸν ἄγαγε τοῦτο.ἦνθ’ ἁ τΩὐβούλοιο καναφόρος ἄμμιν Ἀναξὼἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλαθηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί μ’ ἁ Θευχαρίδα Θρᾷσσα τροφός, ἁ μακαρῖτις, 70ἀγχίθυρος ναίοισα, κατεύξατο καὶ λιτάνευσετὰν πομπὰν θάσασθαι· ἐγὼ δὲ οἱ ἁ μεγάλοιτοςὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτώνακἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.ἤδη δ’ εὖσα μέσαν κατ’ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος,εἶδον Δέλφιν ὁμοῦ τε καὶ Εὐδάμιππον ἰόντας,τοῖς δ’ ἦς ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα,ὡς ἀπὸ γυμνάσιοιο καλὸν πόνον ἄρτι λιπόντων. 80φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.χὠς ἴδον, ὡς ἐμάνην, ὥς μοι περὶ θυμὸς ἰάφθηδειλαίας· τὸ δὲ κάλλος ἐτάκετο κοὔδε τι πομπᾶςτήνας ἐφρασάμαν· οὐδ’ ὡς πάλιν οἴκαδ’ ἀπῆνθονἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξαλάπαξε·κείμαν δ’ ἐν κλιντῆρι δέκ’ ἄματα καὶ δέκα νύκτας.φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,ἔρρευν δ’ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰὀστί’ ἔτ’ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα, 90ἢ ποίας ἔλιπον γραίας δόμον ἅτις ἐπᾴδεν;ἀλλ’ ἦς οὐδὲν ἐλαφρόν· ὁ δὲ χρόνος ἄνυτο φεύγων.φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.χοὔτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·«Εἰ δ’ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα
τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα·κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον· 100κεἴφ’ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.»ὣς ἐφάμαν· ἃ δ’ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρωνεἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησαἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ,—φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα—πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐκ δὲ μετώπῳἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,οὐδέ τι φωνῆσαι δυνάμαν, οὐδ’ ὅσσον ἐν ὕπνῳκνυζῶνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·ἀλλ’ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα. 110φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.καί μ’ ἐσιδὼν ὥστοργος ἐπὶ χθονὸς ὄμματα πάξαςἕζετ’ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·«ἦρά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θηνπράν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἢ ’μὲ παρεῖμεν.φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.ἦνθον γάρ κεν ἐγών, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωταἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, 120κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.
καί μ’ εἰ μέν κ’ ἐδέχεσθε, τάδ’ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸςκαὶ καλὸς πάντεσσι μετ’ ἠϊθέοισι καλεῦμαι,εὗαδέ τ’ εἰ μῶνον τὸ καλὸν στόμα τεῦς ἐφίλησα·εἰ δ’ ἀλλᾷ μ’ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,πάντως κα πελέκεις καὶ λαμπάδες ἦνθον ἐφ’ ὑμέας.φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα.νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν, 130καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθροναὔτως ἡμίφλεκτον· Ἔρως δ’ ἄρα καὶ Λιπαραίωπολλάκις Ἁφαίστοιο σέλας φλογερώτερον αἴθει—φράζεό μευ τὸν ἔρωθ’ ὅθεν ἵκετο, πότνα Σελάνα—σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιοκαὶ νύμφαν ἐσόβησ’ ἔτι δέμνια θερμὰ λιποῖσανἀνέρος.» ὣς ὃ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴςχειρὸς ἐφαψαμένα μαλακῶν ἔκλιν’ ἐπὶ λέκτρων·καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα 140θερμότερ’ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ.ὡς καί τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.κοὔτε τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γ’ ἐχθές,οὔτ’ ἐγὼ αὖ τήνῳ. ἀλλ’ ἦνθέ μοι ἅ τε Φιλίσταςμάτηρ τᾶς ἁμᾶς αὐλητρίδος ἅ τε Μελιξοῦςσάμερον, ἁνίκα πέρ τε ποτ’ ὠρανὸν ἔτρεχον ἵπποιἈῶ τὰν ῥοδόπαχυν ἀπ’ Ὠκεανοῖο φέροισαι,
κεἶπέ μοι ἄλλα τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἔραται.κεἴτε νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, 150οὐκ ἔφατ’ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· «αἰὲν ἔρωτοςἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκαξεῖν.»ταῦτά μοι ἁ ξείνα μυθήσατο, ἐστι δ’ ἀλαθής.ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκ’ ἐφοίτη,καὶ παρ’ ἔμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν·νῦν δὲ δωδεκαταῖος ἀφ’ ὧτέ νιν οὐδὲ ποτεῖδον.ἦρ’ οὐκ ἄλλο τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;νῦν μὰν τοῖς φίλτροις καταθήσομαι· αἰ δ’ ἔτι κά μελυπῇ, τὰν Ἀΐδαο πύλαν, ναὶ Μοίρας, ἀραξεῖ· 160τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσεινἈσσυρίω, δέσποινα, παρὰ ξείνοιο μαθοῖσα.Ἀλλὰ τὺ μὲν χαίροισα ποτ’ ὠκεανὸν τρέπε πώλως,πότνι’· ἐγὼ δ’ οἰσῶ τὸν ἐμὸν πόθον ὥσπερ ὑπέσταν.χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε τὤλλοιἀστέρες εὐκάλοιο κατ’ ἄντυγα Νυκτὸς ὀπαδοί.
Comments
Loading comments…